Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.191
Not analysed yet
τὰς μεταβάσεις ποιεῖσθαι πεφυκὸς, ἀλλ' ὡς πρόεισιν ἐκ πυρὸς ἡ ἐνοῦσα θερμότης αὐτῷ, δοκοῦσα μέν πως αὐτοῦ ταῖς ἐπινοίαις μερίζεσθαι, καὶ ἕτερόν τι παρ' αὐτὸ ὑπάρχειν, ἐξ αὐτοῦ δὲ οὖσα καὶ ἐν αὐτῷ κατὰ φύσιν, καὶ ἐξ αὐτοῦ προϊοῦσα μετὰ τοῦ μηδὲν ἀδικεῖν κατά γε τὸν ἀποκοπῆς ἤτοι μερισμοῦ καὶ ῥεύσεως λόγον· ὅλη γὰρ ἐν ὅλῳ τῷ πυρὶ σώζεται· οὕτω νοήσομεν καὶ ἐπὶ τοῦ θείου γεννήματος θεοπρεπεστάτην ἐπ' αὐτῷ τὴν θεωρίαν λαμβάνοντες· καὶ Υἱὸν μὲν ἰδίως ὑφεστάναι πιστεύοντες, οὐ μὴν ἔξω τιθέντες αὐτὸν τῆς μιᾶς καὶ ἀφράστου θεότητος, οὐδὲ τοῦ Πατρὸς ἑτεροούσιον εἶναι λέγοντες. ἢ γὰρ ἂν Υἱὸς οὐκέτ' ἂν νοοῖτο δικαίως, ἀλλ' ἕτερόν τι παρὰ τοῦτο, καὶ πρόσφατος ἡμῖν ἀνατελεῖ θεὸς, ἕτερος ὑπάρχων παρὰ τὸν ὄντα καὶ μόνον. τὸ γὰρ οὐκ ὂν ὁμοούσιον τῷ κατὰ φύσιν Θεῷ, πῶς οὐ πάντως ἀποπεσεῖται τοῦ εἶναι Θεὸς ἀληθινός; ἐπειδὴ δὲ ἀξιόχρεώς τε καὶ ἀξιολογώτατος ὁ μακάριος βαπτιστὴς, μαρτυρεῖ δὲ ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· Θεὸν εἶναι πάντως ἀληθινὸν ὁμολογήσομεν τὸν Υἱὸν καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός· τοῦτο γὰρ ἡμῖν σημαίνει τὸ τῆς υἱότητος ὄνομα, καὶ ἕτερον οὐδέν. Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Φθάσας ἤδη προέδειξεν αὐτὸν ὁ μακάριος βαπτιστής· ἀλλ' ἰδοὺ καὶ αὖθις τὸν αὐτὸν ἀνακυκλήσας λόγον, ἐπιδεικνύει τοῖς ἑαυτοῦ μαθηταῖς τὸν Ἰησοῦν, καὶ ἀμνὸν ὀνομάζει Θεοῦ καὶ τὴν τοῦ κόσμου φησὶν αἴρειν ἁμαρτίαν, μονονουχὶ πρὸς ὑπόμνησιν ἄγων τοὺς ἀκροωμένους τοῦ ἐν προφήταις λέγοντος "Ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου,