Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.192
Not analysed yet
"καὶ οὐ μὴ μνησθήσομαι." ἐπαναλαβὼν δὲ οὐ μάτην ὁ βαπτιστὴς τὴν αὐτὴν ποιεῖται περὶ τοῦ Σωτῆρος ἐξήγησιν. ἀρετῆς γάρ ἐστιν ἔργον διδασκαλικῆς τὸν οὔπω παραδεχθέντα λόγον, ταῖς τῶν μαθητευομένων ἐγκαθειργνύναι ψυχαῖς, οὐκ ὀκνούσης πρὸς ἐπανάληψιν, ἀνεξικακούσης δὲ μᾶλλον ἐπ' ὠφελείᾳ τῶν παιδευομένων. διὰ γάρ τοι τοῦτο καὶ ὁ μακάριος Παῦλός φησι "Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ "μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές." Ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Ὁρᾷς τῇ διδασκαλίᾳ γείτονα τὸν ἐξ αὐτῆς ἀναδοθέντα καρπόν; ὁρᾷς ὅσον τῆς ἐπαναλήψεως εὑρέθη τὸ κέρδος; μανθανέτω τοιγαροῦν διὰ τούτων ὁ διδάσκειν πεπιστευμένος, ὄκνου μὲν ἀμείνων ὁρᾶσθαι παντὸς, ἑαυτῷ δὲ πλέον ἤπερ τοῖς ἀκροωμένοις ἐπιζήμιον ἡγεῖσθαι τὴν σιωπὴν, καὶ μὴ εἰς ἀργίαν μὲν ἀδρανῆ, καθάπερ εἰς γῆν, τὸ δεσποτικὸν ἀντορύττειν τάλαντον, διανέμειν δὲ μᾶλλον "τοῖς τραπεζίταις τὸ "ἀργύριον·" κομιεῖται γὰρ ὁ Σωτὴρ τὸ ἑαυτοῦ σὺν τόκῳ, καὶ καθάπερ τινὰ σπόρον ζωογονήσει τὸν ἐγκαταβληθέντα λόγον. ἔχεις ἐν τούτοις εὐφυεστάτην τῶν εἰρημένων ἀπόδειξιν. οὐ γὰρ ὀκνήσας ὁ βαπτιστὴς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδεῖξαι τὸν Κύριον, καὶ εἰς δεύτερον εἰπεῖν "Ἴδε ὁ ἀμνὸς "τοῦ Θεοῦ," τοσοῦτον αὐτοὺς ὠφελήσας ὁρᾶται, ὡς καὶ ὑποπεῖσαι λοιπὸν ἀκολουθεῖν, καὶ ἤδη τῆς ὑπ' αὐτῷ μαθητείας ἐρᾶν.