Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.193
Not analysed yet
Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε; Ἐπιστρέφεται χρησίμως πρὸς τοὺς ἀκολουθοῦντας ὁ Κύριος ἵνα ἔργῳ μάθοις τὸ μελῳδούμενον "Ἐξεζήτησα τὸν "Κύριον καὶ προσέσχε μοι." ἕως μὲν γὰρ οὔπω διὰ τρόπων ἀγαθῶν καὶ τῆς ἐν τῷ πιστεύειν ὀρθότητος ἐπιζητοῦμεν τὸν Θεὸν, ἐκ προσώπου τρόπον τινὰ κατόπιν κείμεθα· ἐπὰν δὲ τὸν θεῖον αὐτοῦ διψήσαντες νόμον, τὴν ἁγίαν καὶ ἐξαίρετον τῆς δικαιοσύνης ἰχνηλατῶμεν ὁδὸν, τότε δὴ πάντως ἡμᾶς ἐπισκέψεται τὸ γεγραμμένον ἐκεῖνο βοῶν "Ἐπιστρέψατε "πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος "παντοκράτωρ." τί δὲ ζητεῖτέ φησι πρὸς αὐτούς· οὐκ ἀγνοήσας, πόθεν; πάντα γὰρ οἶδεν ὡς Θεός· ἀρχὴν δὲ καὶ ῥίζαν ταῖς διαλέξεσι τιθεὶς τὴν ἐρώτησιν. Οἱ δὲ εἶπον αὐτῷ Ῥαββὶ, ποῦ μένεις; Εὐπαιδεύτως ὑπαντῶσιν οἱ διερωτώμενοι· διδάσκαλον γὰρ ἤδη καλοῦσι, τὸ βούλεσθαί τι μαθεῖν διὰ τούτου σαφῶς διερμηνεύοντες· εἶτα τὴν ἑστίαν ἀξιοῦσι μαθεῖν, ὡς ἐν αὐτῇ τὴν χρείαν ἐροῦντες εὐκαίρως· οὐ γὰρ δήπου, κατὰ τὸ εἰκὸς, τὸν ἐπὶ τοῖς ἀναγκαίοις λόγον, ὁδοῦ πάρεργον ποιεῖσθαι δεῖν ἐδοκίμαζον· ἔσται δὲ πάλιν ἡμῖν εἰς τύπον ἐπωφελῆ τὸ λεγόμενον. Λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε. Οὐ σημαίνει τὴν οἰκίαν, καίτοι τοῦτο ποιεῖν ἐξαιτούμενος,