Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.218
Not analysed yet
Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; ἀπεκρίθη Ἰησοῦς. Ἐλέγχεται διὰ τούτων ψυχικὸς ὢν ἔτι ὁ Νικόδημος, διά τε τοῦτο δεχόμενος οὐδαμῶς "τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ·" μωρίαν γὰρ εἶναι νομίζει τὸ σεπτὸν οὕτω καὶ περιφανὲς μυστήριον. γέννησιν δὲ ἀκούων τὴν ἄνωθεν καὶ πνευματικὴν, σωματικὴν ἔτι γαστέρα φαντάζεται παλινδρομοῦσαν εἰς ὠδῖνα τῶν ἤδη γεγεννημένων, καὶ τὸν τῆς καθ' ἡμᾶς φύσεως οὐκ ἀναβαίνων νόμον, κανονίζει τὰ θειότερα· ἀνεξίτητον δὲ ταῖς οἰκείαις ἐννοίαις τὸ τῶν μαθημάτων ὕψος εὑρὼν, κάτω πίπτει καὶ φέρεται. ὅνπερ γὰρ τρόπον τὰ τοῖς ἀπεσκληκόσι τῶν λίθων εὐτονωτέραις προσαραχθέντα βολαῖς, ὀπίσω πάλιν ἐξάλλεται· οὕτως οἶμαι καὶ νοῦς ἀμαθὴς γοργοτέροις ἢ καθ' ἑαυτὸν προσβαλὼν θεωρήμασιν, ἀτονήσας ὑπονοστεῖ, καὶ μέτροις ἀεὶ τοῖς αὐτῷ πρέπουσιν ἐμφιλοχωρῶν, τὴν ἀμείνω καὶ ὑψηλοτέραν ἀτιμάζει σύνεσιν. ὃ δὴ καὶ πεπονθὼς ὁ τῶν Ἰουδαίων ἡγούμενος τὴν πνευματικὴν οὐ καταδέχεται γέννησιν. Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὐ συνιέντα τὸν ἄνθρωπον καθ' ὃν ἔδει τρόπον, τί ἂν βούλοιτο σημαίνειν τὸ ἄνωθεν γεννηθῆναι δεῖν, σαφεστέροις ἐκπαιδεύει μαθήμασι, γυμνοτέραν δὲ αὐτῷ παρατίθησι τοῦ μυστηρίου τὴν γνῶσιν. ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν διὰ Πνεύματος ἀναγέννησιν Ἄνωθεν ἀπεκάλει,