Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.219
Not analysed yet
τῆς ἀνωτάτω πασῶν οὐσίας τὸ Πνεῦμα δεικνὺς, δι' οὗ τῆς θείας φύσεως γινόμεθα κοινωνοὶ, ὡς τὸ ἐξ αὐτῆς οὐσιωδῶς προϊὸν καρπούμενοι, καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ πρὸς τὸ ἀρχέτυπον ἀναμορφούμενοι κάλλος, οὕτω τε εἰς καινότητα ζωῆς ἀνατικτόμενοι, καὶ εἰς τὴν θείαν υἱοθεσίαν ἀναπλαττόμενοι. τὸ δέ Ἄνωθεν ὁ Νικόδημος οὐχ οὕτως ἐκλαβὼν, τὴν εἰσαῦθις ἐσομένην ὑπετόπησε γέννησιν, ὡς ἐπὶ σωμάτων, σημαίνεσθαι· διὰ τοῦτο καὶ τοῖς εἰς ἀδύνατον ἀποκλείουσι περιπεσὼν λογισμοῖς, ἄνους τε ὁμοῦ κατεφωρᾶτο καὶ δυσμαθής. ἀναγκαίως τοιγαροῦν ὁ Σωτὴρ, ὡς ἀσθενεστέρῳ τὴν ἕξιν τρυφερώτερον ἔτι προσφέρεται, καὶ τὸ δοκοῦν ἐπεῤῥίφθαι τῷ λόγῳ κάλυμμα περιελὼν, ἀναφανδὸν ἤδη φησίν Ἐὰν μή τις ἐξαναγεννηθῇ δι' ὕδατος καὶ πνεύματος οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἐπειδὴ γὰρ σύνθετόν τι καὶ οὐχ ἁπλοῦν κατὰ φύσιν ὁ ἄνθρωπος, ἐκ δύο κεκερασμένος, αἰσθητοῦ δηλονότι σώματος καὶ ψυχῆς νοερᾶς, διπλῆς αὐτῷ πρὸς ἀναγέννησιν ἐδέησε θεραπείας, συγγενῶς πως ἐχούσης πρὸς ἄμφω τῶν δεδηλωμένων. Πνεύματι μὲν γὰρ ἁγιάζεται τοῦ ἀνθρώπου τὸ πνεῦμα, ὕδατι δὲ αὖ πάλιν ἡγιασμένῳ, τὸ σῶμα. ὅνπερ γὰρ τρόπον τὸ ἐν τοῖς λέβησιν ἐκχεόμενον ὕδωρ ταῖς τοῦ πυρὸς ὁμιλῆσαν ἀκμαῖς τὴν ἐξ αὐτοῦ δύναμιν ἀναμάττεται, οὕτω διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τὸ αἰσθητὸν ὕδωρ πρὸς θείαν τινὰ καὶ ἀπόῤῥητον μεταστοιχειοῦται δύναμιν, ἁγιάζει τε λοιπὸν τοὺς ἐν οἷς ἂν γένοιτο.