Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.220
Not analysed yet
Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν. Ἑτέρῳ δὲ πάλιν αὐτὸν ἀναπείθει λογισμῷ πρὸς ὑψηλοτέραν ἀναβαίνειν σύνεσιν, καὶ πνευματικὴν ἀκούοντα γέννησιν, μὴ τὰ σωμάτων ἴδια λαμβάνειν εἰς νοῦν. ὥσπερ γὰρ ἀνάγκη, φησὶν, πάντως εἶναι σάρκας τὰ σαρκῶν γεννήματα, οὕτω δηλονότι καὶ πνεύματα τὰ ἐκ Πνεύματος. οἷς δὲ ὁ τοῦ πῶς εἶναι λόγος ἐξηλλαγμένος, τούτοις ἔσται πάντως καὶ ὁ τῆς γεννήσεως τρόπος οὐχ ὁ αὐτός. ἰστέον δὲ ὅτι γέννημα τοῦ Πνεύματος τὸ τοῦ ἀνθρώπου πνεῦμά φαμεν, οὐχ ὡς ἐξ αὐτοῦ κατὰ φύσιν· ἀμήχανον γάρ· ἀλλ' ὡς ἐν πρώτῳ μὲν καὶ ἀρχαιοτέρῳ λόγῳ κατὰ τὸ δι' αὐτοῦ κεκλῆσθαι τὸ μὴ ὂν εἰς γένεσιν, ἐν δὲ δευτέρῳ καὶ οἰκονομικῶς κατὰ τὴν δι' αὐτοῦ πρὸς Θεὸν ἀναμόρφωσιν, τοὺς οἰκείους ἡμῖν χαρακτῆρας ἐνθλίβοντος, καὶ εἰς τὴν ἰδίαν ὥσπερ ποιότητα τὴν διάνοιαν μεταπλάττοντος. οὕτω γὰρ οἶμαι νοήσεις ὀρθῶς καὶ τὸ διὰ τοῦ Παύλου πρός τινας εἰρημένον "Τεκνία, οὓς "πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν," καὶ πάλιν "Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς "ἐγέννησα." Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. Ἀρετὴ διδασκάλου, τὸ ποικίλοις δύνασθαι μεθοδεύειν τρόποις τῶν ἀκροωμένων τὸν νοῦν, καὶ διὰ πολλῶν ἰέναι θεωρημάτων, τὰς ἐφ' οἷς ἂν φαίνηται δυσχερὴς ὁ λόγος ἀποδείξεις ἐπισωρεύοντα. δέχεται τοίνυν ἐκ παραδειγμάτων