Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.226
Not analysed yet
τρόπως τὴν ἀνθρώπου δάκνουσα ψυχὴν, καὶ πολυειδῆ τῆς φαυλότητος τὸν ἰὸν ἐκχέουσα· ἦν δὲ οὐχ ἑτέρως ἡμᾶς τὴν οὕτω νικῶσαν διαφυγεῖν, εἰ μὴ διὰ μόνης τῆς ἐξ οὐρανῶν ἐπικουρίας. γέγονε τοίνυν ὁ Θεὸς Λόγος "ἐν ὁμοιώματι "σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ "σαρκὶ," καθὰ γέγραπται, καὶ τοῖς ἀτενίζουσιν εἰς αὐτὸν δι' ἐκτενεστέρας τῆς πίστεως, ἢ καὶ τῆς τῶν θείων δογμάτων ἐρεύνης, σωτηρίας ἀκαταλύτου πρόξενος ἀναδειχθῇ. τὸ δὲ ἐφ' ὑψηλῆς τινος ὑποβάθρας ἀνεστηλῶσθαι τὸν ὄφιν, δηλοῖ δὴ πάντως τὸ ἐν περιφανείᾳ καὶ ἐπισημότητι γενέσθαι Χριστὸν, ὡς ἀγνοηθῆναι μηδενὶ, ἢ τὸ ἐκ γῆς ὑψωθῆναι, καθὰ καὶ αὐτός που φησὶ, διὰ τὸ ἐπὶ τῷ σταυρῷ πάθος. Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ἀναφανδὸν ἐν τούτοις ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐπείγεται δηλοῦν, εἴπερ ἀνάγκη νοεῖν τὸν ἐκ Θεοῦ πεφηνότα Πατρὸς εἶναι δὴ πάντως καὶ Θεὸν, οὐκ ἐπακτὸν ἔχοντα τὸ ἀξίωμα, καθάπερ ἡμεῖς, ἀλλ' ὑπάρχοντα τοῦτο κατ' ἀλήθειαν, ὅπερ εἶναι πιστεύεται. οἰκονομικῶς δὲ τοῦτο καὶ λίαν φησι, τὴν εἰς ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρὸς παραζεύξας ἀγάπησιν εὐφυῶς, εὐαφόρμως τε λίαν εἰς τὸν ἐπὶ τούτῳ λόγον ἐρχόμενος. δυσωπεῖ μὲν γὰρ ἀπειθοῦντα τὸν Νικόδημον, μᾶλλον δὲ ἤδη καὶ ἀσεβοῦντα δεικνύει. τὸ γὰρ μὴ λίαν ἑτοίμως ἐπὶ τὸ πιστεύειν ἰέναι, Θεοῦ τι διδάσκοντος, τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ τῷ τοῦ ψεύδους ἐγκλήματι περιβαλεῖν τὴν ἀλήθειαν; εἶτα πρὸς τούτῳ δεδόσθαι λέγων ἑαυτὸν ὑπὲρ