Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.227
Not analysed yet
τῆς τοῦ κόσμου ζωῆς, ἐννοεῖν ἀναπείθει γοργῶς, πόσης ἂν γένοιντο τιμωρίας ἔνοχοι, παρ' οὐδὲν ἐξ ἀπονοίας οἱ τὴν οὕτως ἀξιάγαστον τοῦ Θεοῦ καὶ Πατρὸς ποιησάμενοι χάριν. οὕτω γάρ φησιν ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν. Ἀκουέτω πάλιν ὁ χριστομάχος αἱρετικὸς, καὶ λεγέτω παρελθὼν, τί τὸ μέγα τῆς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ πῶς ἂν αὐτὴν εἰκότως ἀποθαυμάσαιμεν· ἀλλ' ἐρεῖ δὴ πάντως τῆς ἀγάπης ὁρᾶσθαι τὸ ἀξιάγαστον, ἐν τῷ δεδόσθαι τὸν Υἱὸν ὑπὲρ ἡμῶν, καὶ τοῦτο Μονογενῆ. οὐκοῦν ἵνα μένῃ καὶ σώζηται μεγάλη τοῦ Θεοῦ καὶ Πατρὸς ἡ ἀγάπησις, υἱὸς νοείσθω, μὴ ποίημα· Υἱὸν δέ φημι τὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ὁμοούσιον δηλονότι τῷ γεγεννηκότι, καὶ Θεὸν ὄντως καὶ κατ' ἀλήθειαν. εἰ δὲ κατὰ τὸν σὸν, ὦ οὗτος, λόγον, τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἔχει, καὶ τὸ εἶναι κατὰ φύσιν Υἱὸς καὶ Θεὸς συναποβαλεῖ, καὶ ἀργήσει λοιπὸν τὸ περίπυστον θαῦμα τῆς ἀγάπης τοῦ Πατρός. ποίημα γὰρ ποιημάτων ἠλλάξατο, καὶ οὐχ Υἱὸν ἀληθῶς· εἰκῆ δὲ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος θορυβήσει λέγων "Ἀθετήσας τις "νόμον Μωυσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν "μάρτυσιν ἀποθνήσκει, πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται "τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας;" καταπατεῖ μὲν γὰρ ὁμολογουμένως ὁ καταφρονήσας, ἀλλ' οὐχ ὡς Υἱὸν ἀληθινὸν, ἀλλὰ Μωυσέως ὁμόδουλον, εἴπερ ἐστὶ τῷ πεποιημένῳ τὸ ποίημα πάντως ἀδελφὸν, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, κἂν ταῖς εἰς τὸ μεῖζον ἢ ἄμεινον ὑπεροχαῖς τὴν ἑτέρου δόξαν πλεονεκτῇ· ἀλλ' ἔστιν ἀληθὴς ὁ τοῦ Παύλου λόγος· χαλεπωτέραν δὲ ἀποτίσει τὴν δίκην ὁ καταπατήσας τὸν Υἱὸν, οὐχ ὡς εἰς ποίημα πλημμελῶν, οὐδὲ εἰς ἕνα τῶν Μωυσέως ὁμοδούλων. μεγάλη δὴ οὖν καὶ ὑπερφυὴς ἡ