Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.228
Not analysed yet
ἀγάπη τοῦ Πατρὸς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἐξ ἑαυτοῦ καὶ ἴδιον αὐτοῦ δεδωκότος Υἱόν. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρινῇ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Υἱὸν ἑαυτὸν διαῤῥήδην ὀνομάσας τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἀμαρτύρητον ἐᾶν οἴεται δεῖν τὸν λόγον, ἀλλ' ἐκ τῆς τῶν πραγμάτων, ἵνα οὕτως εἴπω, ποιότητος ἐπιφέρει τὴν ἀπόδειξιν, ἀσφαλεστέρους εἰς πίστιν τοὺς ἀκροωμένους ἀποτελῶν. οὐ γὰρ ἀπεστάλην, φησὶ, κατὰ τὸν ἱεροφάντην Μωυσῆν, νόμῳ κατακρίνων τὴν οἰκουμένην, οὐδὲ πρὸς ἔλεγχον τῆς ἁμαρτίας εἰσφέρων τὴν ἐντολὴν, οὐδὲ οἰκετικὴν ποιοῦμαι τὴν διακονίαν, ἀλλὰ Δεσπότῃ πρέπουσαν τὴν φιλανθρωπίαν εἰσφέρω· ἐλευθερῶ τὸ δοῦλον, ὡς Υἱὸς καὶ κληρονόμος τοῦ Πατρὸς, μετασκευάζω τὸν καταδικάζοντα νόμον εἰς δικαιοῦσαν χάριν, ἀνίημι τῆς ἁμαρτίας τὸν ταῖς τῶν οἰκείων πλημμελημάτων κατεσφιγμένον σειραῖς, ἀνασώσων τὴν οἰκουμένην, οὐ κατακρίνων ἐλήλυθα. ἔδει γὰρ ἔδει Μωσέα μὲν, φησὶν, ὡς οἰκέτην νόμου τοῦ κατακρίνοντος γενέσθαι διάκονον, ἐμὲ δὲ ὡς Υἱὸν καὶ Θεὸν τῆς τοῦ νόμου κατάρας ὅλην ἀπολύειν τὴν οἰκουμένην, καὶ ταῖς εἰς φιλανθρωπίαν ὑπερβολαῖς θεραπεῦσαι τοῦ κόσμου τὴν ἀσθένειαν. εἰ δὲ ἀμείνων ἡ δικαιοῦσα χάρις τῆς κατακρινούσης ἐντολῆς, πῶς οὐκ ἀκόλουθον ἤδη νοεῖν τὸ οἰκετικὸν ἀναβαίνειν μέτρον τὸν οὕτω θεοπρεπῆ τὴν ἐξουσίαν εἰσφέροντα, καὶ τῶν τῆς ἁμαρτίας δεσμῶν ἀφιέντα τὸν ἄνθρωπον; Εἷς μὲν οὖν τῶν προκειμένων οὑτοσὶ, καὶ οὐκ ἄκομψος, ὡς οἶμαι, λόγος· δεύτερος δὲ ἐπὶ τούτῳ διὰ τῶν αὐτῶν