Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.229
Not analysed yet
ἀνακυκλημάτων στρεφόμενος, καὶ συγγενῆ πως τοῖς ἄνω τὴν θεωρίαν εἰσφέρων, ἐκ φιλομαθίας εἰρήσεται. ἐθεώρει τὸν Νικόδημον ὁ Σωτὴρ τοῖς Μωυσαϊκοῖς ἐμπεπηγότα νόμοις, καὶ τῆς μὲν ἀρχαιοτέρας ἀπρὶξ ἐχόμενον ἐντολῆς, ἀποφρίττοντα δέ πως πρὸς τὴν διὰ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν νέαν καὶ εὐαγγελικὴν κατοκνοῦντα πολιτείαν, οἰηθέντα, κατὰ τὸ εἰκὸς, φορτικωτέραν ἔσεσθαι ταύτην τῶν ἤδη διατεταγμένων. οὐκ ἀγνοήσας τοιγαροῦν, ὡς Θεὸς, τὸν ἐξ ἀμαθίας ἐπεισπηδήσαντα φόβον, ἑνὶ καὶ ἀποτόμῳ χρησάμενος λογισμῷ, τῶν ἐπὶ τούτῳ θορύβων ἐλευθεροῖ, καὶ τὴν μὲν διὰ Μωυσέως ἐντολὴν, διὰ τοῦ κατακρίνειν τὸν κόσμον, δυσαχθεστέραν οὖσαν ἐπιδεικνύει, ἡμερότητος δὲ βραβευτὴν ἑαυτὸν εἰσφέρει λέγων Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Πληροφορήσας διὰ πραγμάτων, ὅτι καὶ Υἱὸς ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τῆς Μωυσέως διακονίας ἀξιολογωτέραν εἰσφέρει τῷ κόσμῳ τὴν χάριν· πῶς γὰρ οὐκ ἄμεινον τοῦ κατακρίνεσθαι νόμῳ τὸ δικαιοῦσθαι χάριτι; τρόπον ἡμῖν ἕτερον ἐπενόησεν, ὡς Θεὸς, εἰς πίστιν ἐπαγωγὸν, παντάχοθεν τοὺς ἀπολωλότας συνελαύνων εἰς σωτηρίαν. προτίθησι τοίνυν τῷ μὲν πιστεύοντι γέρας τὸ μὴ καλεῖσθαι πρὸς κρίσιν, τῷ δ' ἀπειθοῦντι κόλασιν, εἰς τὴν αὐτὴν καὶ μίαν δι' ἀμφοῖν ἀναφέρων ὁδὸν, καὶ τοὺς μὲν ἐφέσει τῇ περὶ τὴν χάριν, τοὺς δὲ φόβῳ τοῦ παθεῖν, ἐπὶ τῷ πιστεύειν ἰέναι προθύμως συγκαλῶν· χαλεπὸν δὲ καὶ μέγα τῆς ἀπιστίας δεικνύει τὸ