Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.230
Not analysed yet
ἔγκλημα, ἐπείπερ ἐστὶν Υἱὸς καὶ Μονογενής. ὅσῳ γὰρ ἂν ἀξιόπιστον ὑπάρχοι τὸ παροινούμενον, τοσοῦτον μειζόνως εἰς τὸ πλημμελῆσαι δεινὰ τὸ ἀτιμάζον καταδικασθήσεται. ἤδη δὲ κεκρίσθαι τὸν ἀπιστοῦντά φησιν, ὡς αὐτὸν ἤδη καθ' ἑαυτοῦ τὴν τοῦ κολάζεσθαι δεῖν ὁρίσαντα ψῆφον, δι' ὧν ἔγνω παραιτεῖσθαι τὸν τοῦ μὴ κρίνεσθαι χορηγόν. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Οὐκ ἀζήτητον ἀπομένειν ἐᾷ τῶν ἀπειθούντων τὸ κρῖμα· ἐπιλέγει δὲ τὰς αἰτίας, καὶ δεικνύει σαφῶς, ὅτι κατὰ τὸν παροιμιώδη λόγον "Οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερω"τοῖς." οἱ γὰρ, ἐξὸν καταφωτίζεσθαι, φησὶ, τὸ ἐν σκότῳ κεῖσθαι τιμήσαντες, πῶς οὐκ ἂν εἶεν εἰκότως αὐτοὶ καθ' ἑαυτῶν τῶν δεινῶν ὁρισταὶ, καὶ αὐτόμολοι πρὸς τὸ παθεῖν ἃ καὶ διαφεύγειν ἐξῆν, εἴπερ ἦσαν ὀρθοὶ τῶν πραγμάτων ἐξετασταὶ, τὸ φωτίζεσθαι μᾶλλον ἐθέλειν τοῦ μὴ τοιούτου προκρίνοντες, καὶ τῶν ἀμεινόνων δεύτερα ποιεῖσθαι μελετῶντες τὰ αἰσχίονα; ἐλευθέραν δὲ πάλιν τῶν ἐξ ἀνάγκης δεσμῶν τὴν τοῦ ἀνθρώπου διετήρησε γνώμην, καὶ ῥοπαῖς οἰκείαις ἐπ' ἄμφω βαδίζουσαν, ἵνα δέχηται δικαίως ἔπαινόν τε τὸν ἐπ' ἀγαθοῖς, καὶ τὴν ἐπὶ τοῖς ἐναντίοις κόλασιν· ὥσπερ οὖν ἀμέλει καὶ ἐν ἑτέροις τοῦτο δέδειχεν εἰπών "Ἐὰν "θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· "ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς "κατέδεται."