Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.231
Not analysed yet
Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. Ἐπεξεργάζεται χρησίμως τὸ εἰρημένον, καὶ τὸν ἐπὶ τοῖς συμφέρουσιν ὄκνον ἐξ ἀγάπης ὄντα τῆς εἰς τὸ φαῦλον ἐλέγχει, καὶ ῥίζαν ἔχοντα τὸ μὴ βούλεσθαι μαθεῖν τὰ δι' ὧν ἂν γένοιτό τις σοφός τε καὶ ἀγαθός· φεύγει μὲν γὰρ καὶ παραιτεῖται, φησὶν, ὁ τῶν πονηρῶν ἐργάτης τὸ ἐν φωτὶ γενέσθαι τῷ θείῳ, οὐκ αἰδοῖ τῇ διὰ τὸ φαῦλον ἐγκαλυπτόμενος· ἢ γὰρ ἂν ἐσώθη τοῦτο παθών· ἀλλ' ἐν ἀγνοίᾳ μένειν τοῦ πρέποντος ἀγαπῶν, ἵνα μὴ πλήττηται πλημμελῶν, πικροτέροις ἤδη τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις προσβαλὼν, καὶ διὰ τοῦ λοιπὸν ἐξεπίστασθαι τὸ ἀγαθὸν, δυσαχθεστέραν ὑφέξων τῷ κρίνοντι δίκην, εἰ μὴ βούλοιτο δρᾶν ἅπερ ἂν ἀρέσκῃ Θεῷ. Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, τουτέστιν, ὁ τῶν τῆς ἀληθείας ἔργων ἐραστής τε καὶ ποιητὴς, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα· οὐ γὰρ παραιτεῖται τὸν ἐν Πνεύματι φωτισμὸν, ἐξ αὐτοῦ δὴ μάλιστα πρὸς τὸ δύνασθαι νοεῖν ἀσυναρπάστως χειραγωγούμενος, εἰ μὴ τὴν θείαν ἐκβέβηκεν ἐντολὴν, καὶ εἰ πάντα κατὰ νόμον εἴργασται Θεοῦ. Ἔστι τοίνυν ἀπόδειξις ἐναργὴς τῆς μὲν εἰς τὸ φαῦλον ἀχαλίνου ῥοπῆς, καὶ ἀκράτου πρὸς τὸ χεῖρον ἡδονῆς, τὸ μὴ ἐθελῆσαι μαθεῖν τὰ δι' ὧν ἄν τις ἰσχύσαι πρὸς τὸ ἄμεινον ἀναδραμεῖν· τῆς δὲ ἐπὶ τοῖς ἀρίστοις ἐπιθυμίας, τὸ φωτίζεσθαι διψῆν, καὶ ὥσπερ τινὰ κανόνα καὶ ἀπευθυντῆρα πρὸς τὴν ἀρέσκουσαν πολιτείαν τῷ Θεῷ, τὸν αὐτοῦ ποιεῖσθαι νόμον· ὅπερ εἰδὼς οὕτως ἔχειν, καὶ ὁ θεσπέσιος ψάλλει μελῳδός "Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡ