Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.232
Not analysed yet
"μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια· τὰ δικαιώματα "Κυρίου εὐθεία εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ Κυρίου τη"λαυγὴς φωτίζουσα ὀφθαλμούς." Καὶ μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Ἰουδαίαν γῆν μετὰ τῶν μαθητῶν αὐτοῦ· ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλὴμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγένοντο καὶ ἐβαπτίζοντο. οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. Πέρας ἤδη λαβούσης τῆς πρὸς Νικόδημον ὁμιλίας, ἕτερόν τι πάλιν ἐξαρτύει χρησιμώτατον ὁ θεσπέσιος Εὐαγγελιστής. Πνεύματι γὰρ θείῳ φωταγωγούμενος πρὸς τὴν τῶν ἀναγκαιοτάτων ἐξήγησιν, συνεῖδεν ὅτι λυσιτελήσει σφόδρα τοῖς ἐντευξομένοις τὸ διαγνῶναι σαφῶς, πόσην ἔχει τὴν ὑπεροχὴν, ἢ καὶ ὅσοις ὑπέρκειται μέτροις, ὡς πρὸς τὸ Ἰωάννου βάπτισμα, τὸ διὰ Χριστοῦ· ἦν γὰρ ἐλπίδος ὄντως οὐ μακρὰν ἀναδειχθήσεσθαί ποτε τοὺς ἀποτολμῶντας ἐξ ἀνοίας εἰπεῖν, ἢ μηδεμίαν ὅλως ἐν αὐτοῖς ὑπάρχειν τὴν διαφορὰν, ἰσομέτροις δὲ αὐτὰ χρῆναι στεφανοῦσθαι τιμαῖς, ἢ καὶ ταύτης εἰς ἀγριωτέραν ἀπαιδευσίαν ἐξολισθαίνοντας, τὴν μὲν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀφελέσθαι τοῦ διὰ Χριστοῦ, τὸ δὲ νικᾶν τῷ δι' ὕδατος ἀναισχύντως ἐπασωτεύεσθαι. ποῖον γὰρ θράσος τοῖς ἀπαιδεύτοις οὐ βατὸν, ἢ διὰ ποίας οὐκ ἐλαύνουσι δυσφημίας οἱ κατὰ τῶν ἱερῶν τῆς Ἐκκλησίας δογμάτων ἐξανιστάμενοι, "καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες," καθὰ γέγραπται; ἵνα τοίνυν τῆς ἐκείνων ἀθυρογλωττίας προανέλῃ τὰς αἰτίας ὁ σοφώτατος Εὐαγγελιστὴς, αὐτὸν ἡμῖν εἰσφέρει τὸν ἅγιον βαπτιστὴν τοῖς οἰκείοις παρατιθέντα μαθηταῖς τοῦ ζητουμένου τὴν λύσιν. βαπτίζει τοιγαροῦν ὁ