Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.233
Not analysed yet
Χριστὸς διὰ τῶν ἑαυτοῦ μαθητῶν· ὁμοίως δὲ καὶ ὁ Ἰωάννης, καὶ οὐ πάντως διὰ χειρὸς ἑτέρων, ἀλλ' οὐδὲ ἐν αὐταῖς ἐκείναις ἐβάπτιζε ταῖς πηγαῖς, ἐν αἷς τοῦτο πράττων ἐφαίνετο Χριστὸς, ἀλλὰ πλησίον τοῦ Σαλὴμ, καθὰ γέγραπται, καὶ εἰς μίαν τῶν κύκλῳ καὶ γείτονα πηγήν. καὶ δι' αὐτοῦ τρόπον τινὰ τοῦ διωρίσθαι φημὶ τὰς τῶν ὑδάτων πηγὰς, τὴν ἐπὶ τῷ βαπτίσματι δεικνύων διαφορὰν, καὶ κατασημαίνων, ὡς δι' αἰνίγματος, ὡς ταὐτὸν μὲν οὐκ ἔστι τῷ παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ δι' αὐτοῦ· πλησίον δ' οὖν ὅμως, καὶ περὶ αὐτὸ, προμελέτησίν τινα καὶ εἰσαγωγὴν εἰσφέρον τοῦ τελειοτέρου. ὥσπερ οὖν καὶ ὁ νόμος ὁ διὰ Μωυσέως, σκιὰν ἔχειν λέγεται "τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν "πραγμάτων·" προγύμνασμα γάρ τι καὶ προκατήχησις τῆς ἐν πνεύματι λατρείας τὸ γράμμα ἐστὶ τὸ Μωυσαϊκὸν, κεκρυμμένην ἔσωθεν ὠδῖνον τὴν ἀλήθειαν· οὕτω νοήσεις καὶ τὸ εἰς μετάνοιαν βάπτισμα. Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ· καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ. Ἀτονοῦντες Ἰουδαῖοι τοῖς κατὰ τὸν νόμον περιῤῥαντηρίοις συνίστασθαι, καὶ συναγορεύειν οὐκ ἔχοντες τῷ διὰ σποδοῦ δαμάλεως καθαρισμῷ, ἐξυφαίνουσί τι τοῖς Ἰωάννου μαθηταῖς, δι' οὗπερ ἐνόμιζον οὐ μετρίως ἀνιάσειν αὐτοὺς, καίτοι καὶ λίαν ἑτοίμως ἐν τοῖς καθ' ἑαυτοὺς ἡττώμενοι. ἐπειδὴ γὰρ οἱ τῷ μακαρίῳ προσεδρεύοντες βαπτιστῇ, κρείττους ἤδη καὶ συνετώτεροι τῶν Φαρισαίων ἐφαίνοντο, τὸ παρὰ τῷ οἰκείῳ διδασκάλῳ θαυμάζοντες βάπτισμα, καὶ τοὺς κατὰ νόμον καταγωνιζόμενοι καθαρισμούς· δυσφοροῦσιν ἐπὶ τού-