Ancient Greek · ~1 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.239
Not analysed yet
γὰρ τῇ τῆς νυκτὸς ἀχλύϊ τὸ αἰθέριον καταμελαίνεται βάθος, χρυσῆν ἀπαστράπτοντα τὸν ἑωσφόρον αὐγὴν, καὶ ὁλοκλήρῳ διαπρέποντα δόξῃ, θαυμάσειεν ἄν τις εἰκότως· ἡλίου δὲ ἀνίσχειν ἀπειλήσαντος ἤδη, καὶ μετρίῳ τὸν κόσμον φωτὶ καταῤῥαίνοντος, νικᾶται τῷ μείζονι, καὶ παραχωρεῖ πλεονεκτοῦντι κατὰ βραχύ. λέγοι δ' ἂν καὶ αὐτὸς εἰκότως τὴν Ἰωάννου φωνὴν, αὐτὸ δὴ τοῦτο παθὼν, ὅπερ ἐκεῖνος ὑπομείνας φησίν.