Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.240
Not analysed yet
ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ΟΥ μέγα, φησὶν, οὐδὲ λίαν ἐστὶν ἀξιάγαστον, εἰ τὴν τῆς ἀνθρωπότητος δόξαν ὑπερτρέχει Χριστός· οὐ γὰρ μέχρι τούτων τοὺς τῆς ἰδίας εὐκλείας ἵστησιν ὅρους, ἐπὶ πᾶσαν δέ ἐστι τὴν κτίσιν, ὡς Θεὸς, ἐπάνω πάντων ἐστὶ τῶν πεποιημένων, οὐχ ὡς ἐν πᾶσι καταριθμούμενος, ἀλλ' ὡς καὶ πάντων ἐξῃρημένος, καὶ τοῖς πᾶσι θεοπρεπῶς ἐποχούμενος. ἐπιλέγει δὲ τὴν αἰτίαν, τὸν ἀντιτείνοντα δυσωπῶν, καὶ κατασιγάζων τὸν ἀνθιστάμενον. ὁ ἄνωθεν ἐρχόμενος, φησὶ, τουτέστιν, ὁ τῆς ἄνωθεν ῥίζης ἐκπεφυκὼς, τὴν πατρῴαν ἐφ' ἑαυτῷ φυσικῶς ἀποσώζων εὐφυΐαν, τό Ἐπάνω πάντων ὑπάρχειν ὁμολογουμένως κεκτήσεται· ἦν γὰρ δὴ καὶ ἀμήχανον, μὴ οὐχὶ πάντως τοιοῦτον ὁρᾶσθαι τὸν Υἱὸν, ὁποῖόσπερ ἂν νοοῖτο καὶ κατὰ τὴν ἀξίαν ὁ γεννήσας αὐτόν. ὁ γὰρ τῇ ταυτότητι τῆς φύσεως διαπρέπων Υἱὸς, τὸ ἀπαύγασμα καὶ ὁ χαρακτὴρ τοῦ Πατρὸς, πῶς ἂν γένοιτο κατὰ τὴν δόξαν ἐλάττων αὐτοῦ; ἢ γὰρ οὐκ ἐν Υἱῷ τὸ τοῦ Πατρὸς ἴδιον ἀτιμασθήσεται, καὶ τοὺς τοῦ τεκόντος ὑβριοῦμεν χαρακτῆρας, ἐν ἐλάττοσι