Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.241
Not analysed yet
τιθέντες αὐτόν; ἀλλ', οἶμαι, πᾶσιν ἔσται τοῦτο καταφανές· διά τοι τοῦτο καὶ γέγραπται "Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν "καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν "Πατέρα τιμᾷ." ὁ δὲ ἰσομέτροις ὡς πρὸς Θεὸν καὶ Πατέρα τιμαῖς ἐπαγλαϊζόμενος, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν τὴν τῶν γενητῶν ἀναβαίνειν οὐσίαν; τοῦτο γὰρ τό Ἐπάνω πάντων ἐστίν. Ἀλλ' αἰσθάνομαι πάλιν, ὡς ἠρεμήσει μὲν οὐδαμῶς τῶν χριστομάχων ὁ νοῦς, ἥξουσι δ', ὡς εἰκὸς, ἀθυροστομοῦντες καὶ λέγοντες Ὅταν ὁ μακάριος βαπτιστὴς ἄνωθεν ὁρμᾶσθαι λέγῃ τὸν Κύριον, ποῖος ἡμᾶς ἀναγκάσει λόγος ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ἥκειν αὐτὸν ὑποτοπῆσαι διὰ τό Ἄνωθεν, καὶ οὐχὶ μᾶλλον ἐξ οὐρανῶν, ἢ καὶ ἐκ τῆς ἐνούσης αὐτῷ κατὰ πάντων ὑπεροχῆς, ὡς διὰ τοῦτο καὶ ἐπὶ πάντα νοεῖσθαι καὶ λέγεσθαι; ὅταν τοίνυν ἡμᾶς τοῖς τοιούτοις κατασφενδονῶσι λόγοις, ἀντακούσονται πάλιν Οὐ τοῖς παρ' ὑμῖν σαθροτάτοις, ὦ βέλτιστοι, λογισμοῖς, ἀλλὰ μᾶλλον τῇ θείᾳ γραφῇ καὶ μόνοις τοῖς ἱεροῖς ἀκολουθήσομεν γράμμασιν. ἐρευνητέον δ' οὖν ἐν ἐκείνοις, ὅπως ἡμῖν τὴν τοῦ Ἄνωθεν ὁρίζονται δύναμιν. ἀκουέτωσαν τοίνυν ἀνακεκραγότος τινὸς τῶν πνευματοφόρων "Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι "καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων·" ἰδοὺ διαῤῥήδην τὸ ἄνωθεν ἐκ τοῦ Πατρὸς εἶναί φησιν· ἕτερον γὰρ οὐδὲν ὑπερκεῖσθαι γινώσκων τὰ γενητὰ παρὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φύσιν, αὐτῇ κυρίως προσῆψε τό Ἄνωθεν. τὰ μὲν γὰρ ἄλλα σύμπαντα τῷ τῆς δουλείας ὑποπίπτει ζυγῷ, μόνος δὲ ἄνω τοῦ κρατεῖσθαι πηδᾷ καὶ βασιλεύει Θεός· ὅθεν ἀληθῶς αὐτὸς καὶ ἐπάνω πάντων ἐστί. Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, τῆς ἐπὶ τούτῳ λαμπρότητος οὐκ ἐκκείσεται. εἰ δὲ τό Ἄνωθεν οἴεσθε δεῖν Ἐξ οὐρανοῦ λαμβάνεσθαι, λε-