Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.255
Not analysed yet
τοῦ Υἱοῦ. χεῖρα γὰρ ἐν τούτοις ὀνομάζει τὴν δύναμιν, ὥσπερ ὅταν δι' ἑνός που προφήτου λέγῃ "Ἡ χείρ μου ἐστερέωσε "τὸν οὐρανὸν," ἀντὶ τοῦ Ἡ δύναμις· ἔχει δὲ σύμπαν ἐν ἑαυτῷ τὸ τοῦ Πατρὸς ἴδιον ὁ Υἱὸς, οὐ μεταληπτῶς, εἰ καὶ δεδωκέναι λέγεται ὁ Πατήρ· ἢ γὰρ ἂν ἐπίκτητον ἔχοι καὶ οὐ φυσικὴν τὴν θεότητα· δίδωσι δὲ οὕτως ὁ Πατὴρ τῷ Υἱῷ πάντα τὰ ἑαυτοῦ, ὡσπερανεὶ καὶ ἄνθρωπος τῷ ἐξ αὐτοῦ φύντι παιδὶ διδόναι νοοῖτο τὰ τῆς ἀνθρωπότητος ἴδια, ἢ ὡσπερανεὶ καὶ τὸ πῦρ τῇ ἐξ αὐτοῦ κατ' ἐνέργειαν προϊούσῃ θερμότητι διδόναι λέγοιτο τῆς ἰδίας φύσεως τὸ ἰδίωμα. ἐν δὲ τοῖς τοιούτοις, καὶ τὸ παρασχεῖν τοῖς παρέχουσιν ἀζήμιον, οὐ γὰρ κατὰ μερισμὸν ἢ ἀποκοπὴν τῶν παρέχεσθαι νοουμένων ἡ πρόοδος· καὶ αὐτὸ δὲ τὸ δόξαι λαβεῖν, τοῖς λαβοῦσιν ἀκατηγόρητον· διὰ γὰρ μόνον τό Ἐξ οὗ τὰ τοιαῦτα λέγεται, καὶ φυσική τις, ἵν' οὕτως εἴπω, ποιότης τῶν γεννώντων νοεῖται τὰ γεννώμενα, τὸ τί κατ' οὐσίαν ἐστι τὸ γεννῶν ἐκφαίνοντα, καὶ καταλαμπρύνοντα τῆς οἰκείας πηγῆς τὴν κατὰ φύσιν ἐνέργειαν. καὶ ταῦτα μὲν πάλιν, ὡς ἐπὶ παραδειγμάτων, ἀνωτέρω δὲ τούτων δηλονότι Θεός· διά τοι τοῦτο τὸν ἀνθρώπινον ἀσθενοῦντα λόγον οὐκ αἰτιασόμεθα, "Δόξα γὰρ Κυρίου κρύπτει λόγον," καθὰ γέγραπται. καὶ εἰ βλέπομεν δι' ἐσόπτρου καὶ δι' αἰνίγματος, καὶ νοοῦμεν ἐκ μέρους, πῶς ἂν οὐχὶ πολλῷ δὴ μειζόνως τοῖς διὰ γλώττης ἀτονήσαιμεν ῥήμασιν; νοήσεις τοιγαροῦν εὐσεβῶς, ἢ κατὰ τοῦτον τὸν τρόπον τὸ πάντα δεδόσθαι παρὰ Πατρὸς τῷ Υἱῷ· ἢ παραλήψῃ πάλιν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον, οὐκέτι τὸ δοῦναι καὶ λαβεῖν ἐπὶ τῶν φυσικῶν ἰδιωμάτων εἰσφέροντα, ἀλλ' ἐπὶ τῇ κατὰ πάντων