Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.256
Not analysed yet
τῶν γενητῶν ἐξουσίᾳ τιθέντα τὸν Υἱὸν, ἵνα πάλιν νοῇς τι τοιοῦτον. Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Μὴ ἀπαυθαδιζέσθω, φησὶν, ὁ δυσήκοος, ἄνθρωπον ὁρῶν τὸν ἁπάντων Κύριον, μηδὲ νομιζέτω ψεύδεσθαι τὴν ἀλήθειαν, τὸ χρῆναι πιστεύειν ὡς Θεῷ διὰ τὴν σάρκα παραιτούμενος. δεχέσθω τὴν μαρτυρίαν αὐτοῦ, κατασφραγιζέτω δὲ προθύμως, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν, ἵνα μὴ λυπῇ τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα. ἀγαπᾷ γὰρ τὸν ἴδιον Υἱὸν, ἀπόδειξις δὲ τῆς εἰς αὐτὸν ἀγάπης, τὸ πάντων αὐτῷ δεδόσθαι τὴν ἐξουσίαν. ὃ δὴ καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ "Πάντα μοι παρε"δόθη ὑπὸ τοῦ Πατρός μου." καὶ πάλιν "Ἐδόθη μοι πᾶσα "ἐξουσία ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς." καὶ οὐ δήπου διὰ τὸ δόξαι λαβεῖν ὁ Υἱὸς, εὐλόγως ἂν ὡς ἐλάττων ὑπό του κατηγοροῖτο, καὶ διατί; λαμβάνει γὰρ, ὅτε γέγονεν ἄνθρωπος, ὅτε τεταπείνωκεν ἑαυτὸν δι' ἡμᾶς, ὅτε δοῦλος ἐχρημάτισεν ὁ Δεσπότης, ὅτε γέγονεν ἐν οἰκέταις ὁ ἐλεύθερος Υἱός. ἐπεὶ κατὰ τίνα τρόπον τεταπείνωκεν ἑαυτὸν, ἢ πῶς ἐξ ἰσότητος τῆς πρὸς τὸν Θεὸν καὶ Πατέρα καταβεβηκέναι λέγεται; ἢ γὰρ οὐχ ὁρᾷς ἐν τούτοις τὸν μὲν διδόντα θεοπρεπῶς, τὸν δὲ ἀνθρωπίνως τε καὶ οἰκετικῶς λαμβάνειν λεγόμενον, ἅπερ εἶχεν ὡς Θεός; οὐ δόσις δὲ κυρίως ἐστὶν ἡ παρὰ Πατρὸς εἰς ἀρχὴν τεθεῖσα τῆς κατὰ πάντων κυριότητος τὸν Υἱόν· ἐπαναδρομὴ δὲ μᾶλλον καὶ ἐπανάληψις καὶ μετὰ σαρκὸς εἰς τὴν πρὸ σαρκὸς ἐξουσίαν· οὐ γὰρ ὅτε γέγονεν ἄνθρωπος, τότε τῆς κτίσεως ἄρχεται κρατεῖν. Ἐπεὶ πρὸς ποίαν ἐρεῖ τις αὐτὸν καταβεβηκέναι ταπείνωσιν, εἴπερ ὅτε γέγονεν ἄνθρωπος, τότε τοῦ κυριεύειν