Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.257
Not analysed yet
ἄρχεται; ἢ πῶς ἐν τῇ τοῦ δούλου φανεῖται μορφῇ, τότε δὴ καὶ μόλις ἁπάντων ἀναδεδειγμένος Δεσπότης; ἄπαγε τῆς ἐν τούτοις ἀτοπίας τῶν λογισμῶν· ἀλλ' ἐπείπερ ἄνθρωπος γέγονε, τότε καὶ οὕτως ἄρχεται κρατεῖν, οὐκ ἀποβαλὼν τὸ θεοπρεπὲς ἀξίωμα διὰ τὴν σάρκα, ἀναβαίνων δὲ αὖθις καὶ μετὰ σαρκὸς ἐφ' ὅπερ ἦν ἐξ ἀρχῆς. ὅτι δὲ τῶν ἀρχαιοτέρων ἐπανάληψις ἦν τὰ ἐπὶ Χριστοῦ θρυλούμενα, πληροφορήσει λέγων αὐτός "Πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ "τὸν κόσμον εἶναι παρὰ σοί." ὁρᾷς ὅπως οὐ δόξης ἀρχὴν, ἀλλ' ἐπανανέωσιν τὴν εἰς τὸ ἀρχαῖον αἰτεῖ, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος; ὅτι δὲ πάλιν διὰ τὴν τῆς ἀνθρωπότητος αἰτίαν δεδόσθαι λέγεται τὰ πάντα τῷ Υἱῷ, πανταχόθεν μὲν ὁ φιλομαθὴς ἐπισωρεύσει σοφῶς, καὶ συνιέναι δυνήσεται, μάλιστα δὲ δι' ἐκείνης τῆς τοῦ Δανιὴλ φρικωδεστάτης ὀπτασίας, ἐν ᾗ τὸν μὲν παλαιὸν τῶν ἡμερῶν τεθεᾶσθαί φησιν ἱδρυμένον ἐπὶ τοῦ θρόνου, χιλίας δὲ χιλιάδας, καὶ μυρίας μυριάδας, τὰς μὲν λειτουργεῖν, τὰς δὲ παριστάναι διισχυρίζεται. προσετίθει δὲ τούτοις τό "Καὶ ἰδοὺ μετὰ τῶν νεφε"λῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως "τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, καὶ ἐνώπιον αὐτοῦ "προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ "βασιλεία, καὶ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι αὐτῷ δου"λεύσουσιν." ὁρᾷς ὅπως ἐν τούτοις ὅλον ἡμῖν ἀκριβῶς καταγράφεται τῆς ἐνανθρωπήσεως τὸ μυστήριον· ὁρᾷς ὅπως λαμβάνειν λέγεται τὴν βασιλείαν παρὰ Πατρὸς ὁ Υἱός· οὐ γυμνὸς τῷ προφήτῃ Λόγος, ἀλλ' ὡς υἱὸς ἀνθρώπου, φαινόμενος· ἐταπείνωσε γὰρ ἑαυτὸν, καθὰ γέγραπται, σχήματι δι' ἡμᾶς εὑρεθεὶς ὡς ἄνθρωπος· ἵνα καὶ πρῶτος εἰς βασιλείαν ἀνενεχθεὶς, ἀρχὴ πάλιν ἡμῖν καὶ ὁδὸς τῆς εἰς βασιλείαν δόξης