Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.258
Not analysed yet
ἀναδειχθῇ. καὶ ὥσπερ ὑπάρχων κατὰ φύσιν ζωὴ καταβέβηκε δι' ἡμᾶς εἰς τὸν ὑπὲρ πάντων κατὰ σάρκα θάνατον, ἵνα ἡμᾶς καὶ θανάτου καὶ φθορᾶς ἐξέληται, διὰ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως οἷον ἀναμίξας ἑαυτῷ, καὶ ζωῆς τῆς αἰωνίου μετόχους ἀπεργασάμενος· οὕτω καὶ ταῖς ἡμετέραις ὀλιγοτιμίαις συσχηματίζεται Κύριος τῆς δόξης ὑπάρχων, ὡς Θεὸς, ἵνα καὶ εἰς τὴν βασιλίδα τιμὴν ἀναγάγῃ τὴν ἀνθρώπου φύσιν. γέγονε γὰρ "ἐν πᾶσιν αὐτὸς πρωτεύων," ὡς ὁ Παῦλός φησιν, καὶ ὁδὸς καὶ θύρα καὶ ἀπαρχὴ τῶν τῆς ἀνθρωπότητος ἀγαθῶν ἐκ θανάτου πρὸς ζωὴν, ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐκ δουλείας εἰς υἱοθεσίαν, ἐξ ἀτιμίας καὶ ἀδοξίας εἰς τιμὴν καὶ δόξαν τὴν βασιλικήν. οὐκοῦν ὅταν φαίνηται λαμβάνων ὡς ἄνθρωπος ὁ Υἱὸς, ἅπερ εἶχεν ὡς Θεὸς, σκανδαλιζώμεθα μὲν μηδαμῶς, ἐννοῶμεν δὲ μᾶλλον τῆς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν οἰκονομίας τὸν τρόπον. οὕτω γὰρ ἄτρωτόν τε καὶ ἀζήμιον τὸν ἑαυτῶν διατηρήσομεν νοῦν. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐχ ἁπλῶς, οὐδὲ ἀζητήτως τοῖς πιστεύουσιν εἰς Χριστὸν ζωὴν προκεῖσθαι τὸ γέρας ὁ σοφώτατος ἐπιμαρτυρεῖ βαπτιστὴς, ἀλλ' ἐξ αὐτῆς ἡμῖν, ἵν' οὕτως εἴπω, τῆς τῶν πραγμάτων ποιότητος εἰσκομίζει τὴν ἀπόδειξιν· ζωὴ μὲν γὰρ κατὰ φύσιν ἐστὶν ὁ Μονογενής· "Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ "κινούμεθα καὶ ἐσμέν." εἰσοικίζεται δὲ πάντως ἡμῖν διὰ τῆς πίστεως, καὶ κατοικεῖ διὰ τοῦ Ἁγίου Πνεύματος· καὶ μαρτυρήσει λέγων ὁ μακάριος Ἰωάννης ὁ Εὐαγγελιστὴς ἐν οἰκείαις ἐπιστολαῖς "Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι "ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν." ζωοποιήσει τοιγαροῦν ὁ Χριστὸς τοὺς πιστεύοντας εἰς αὐτὸν, ὡς αὐτὸς ὑπάρχων κατὰ φύσιν ζωὴ, καὶ λοιπὸν κατοικῶν ἐν αὐτοῖς. ὅτι