Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.259
Not analysed yet
δὲ διὰ τῆς πίστεως ἐν ἡμῖν ὁ Υἱὸς αὐλίζεται, πληροφορήσει λέγων ὁ Παῦλος "Τούτου χάριν κάμπτω τὰ γόνατά μου "πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ "γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης "τῆς ἁπλότητος αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύ"ματος αὐτοῦ, κατοικῆσαι τὸν Χριστὸν ἐν ταῖς καρδίαις "ὑμῶν διὰ τῆς πίστεως." ὅτε τοίνυν διὰ τῆς πίστεως ἡ κατὰ φύσιν ἡμῖν ἐπεισκρίνεται ζωὴ, πῶς οὐκ ἀληθὴς ὁ λέγων Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον; αὐτὸν δηλονότι τὸν Υἱὸν καὶ οὐχ ἑτέραν τινὰ παρ' αὐτὸν νοουμένην ζωήν. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν. Ἆρ' οὖν, ἐρεῖ τις τυχὸν, ἑτέραν ἡμῖν πρεσβεύει δόξαν ὁ βαπτιστὴς, καὶ τὸν τῆς ἀναστάσεως παραφθείρει λόγον, ζωοποιηθήσεσθαι μὲν τὸν πιστεύοντα λέγων, τὸν δὲ μὴ τοιοῦτον οὐκ ὄψεσθαι ζωὴν ὅλως διαβεβαιούμενος; ἐγερθησόμεθα δὲ κατά γε τὸ εἰκὸς οὐ πάντες, ταύτην ἡμῖν εἰσκεκομικότος τοῦ λόγου τὴν διαφοράν· εἶτα ποῖ ποτε χωρήσει τὸ ἀπολύτως καὶ ὡς ἐφ' ἅπασιν εἰρημένον "Ἀναστήσονται "οἱ νεκροί;" τί δ' ἂν καὶ δρῴη λέγων ὁ Παῦλος "Τοὺς γὰρ "πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ "Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς "ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον." Ἐπαινεῖσθαι μὲν οὖν οἰήσομαι δεῖν τὸν φιλομαθῆ, χρῆναι δὲ ὅμως ἀκριβεστάτην ἐν τοῖς ἱεροῖς γράμμασι ποιεῖσθαι τὴν βάσανον. ὅρα γάρ μοι σαφῶς τὴν τῶν εἰρημένων διαστολήν· περὶ μὲν γὰρ τοῦ πιστεύοντός φησιν, ὅτι ζωὴν ἕξει τὴν αἰώνιον, περὶ δὲ τοῦ ἀπειθήσαντος, ἑτέραν ὁ λόγος ἔχει τὴν ἔμφασιν. οὐ γὰρ ἔφη ζωὴν οὐχ ἕξειν αὐτόν· ἐγερθήσεται γὰρ τῷ κοινῷ τῆς ἀναστάσεως νόμῳ· ἀλλὰ ζωὴν οὐκ