Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.260
Not analysed yet
ὄψεσθαί φησιν, τουτέστιν, οὐδ' ὅσον εἰς θεωρίαν ψιλὴν τῆς τῶν ἁγίων ἐφίξεται· ζωῆς, οὐχ ἅψεται τῆς ἐκείνων μακαριότητος, ἄγευστος διαμενεῖ τῆς ἐν εὐφροσύναις διαγωγῆς· ζωὴ γὰρ ὄντως ἐκείνη· τὸ δὲ ἐν κολάσεσιν ἀναπνεῖν, θανάτου παντὸς ἀνιαρώτερον, ἐπὶ μόνῃ τῇ τῶν κακῶν αἰσθήσει ψυχὴν συνέχον ἐν σώματι. τοιαύτην τινὰ καὶ ὁ Παῦλος ζωῆς εἰσφέρει διαφοράν. ἄκουε τί φησι πρὸς τοὺς ἐν κακίᾳ νενεκρωμένους διὰ Χριστόν "Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ "ὑμῶν κέκρυπται ἐν τῷ Θεῷ σὺν τῷ Χριστῷ· ὅταν ὁ "Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ "φανερωθήσεσθε ἐν δόξῃ." ὁρᾷς ὅπως τὸ ἐν δόξῃ φανερωθῆναι μετὰ Χριστοῦ τὴν τῶν ἁγίων ὀνομάζει ζωήν; τί δὲ ὅταν ἡμῖν καὶ ὁ ψαλμῳδὸς ἀναμέλπῃ λέγων "Τίς ἐστιν "ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; "παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ·" ἆρ' οὐχὶ τὴν τῶν ἁγίων ἐν τούτοις ἐροῦμεν κατασημαίνεσθαι ζωήν; ἀλλ' ἔστιν, οἶμαι, πᾶσι καταφανές. οὐ γὰρ δήπου τῶν φαύλων ἀποσχέσθαι κελεύει τινὰς, ἵνα δὴ τύχοιεν τῆς εἰσαῦθις ἀναβιώσεως τῆς σαρκός· ἀναστήσονται γὰρ καὶ εἰ μὴ πεπαύσοιντο τοῦ κακοῦ· πρὸς ἐκείνην δὲ μᾶλλον ἐρεθίζει τὴν ζωὴν, ἐν ᾗ πάντως ἐστὶν ἡμέρας ἰδεῖν ἀγαθὰς, ἐν μακαριότητι καὶ δόξῃ τὸν μακραίωνα τρίβοντας βίον. Ἀλλ' ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. Γυμνότερον ἡμῖν διὰ τῆς ἐν τούτοις ἐπαγωγῆς τὸν τῶν εἰρημένων σκοπὸν ὁ μακάριος ἔδειξε βαπτιστής. περιαθρείτω δὲ πάλιν ὁ φιλοζητητὴς τὴν τοῦ νοήματος δύναμιν. "Ὁ "ἀπειθῶν, φησὶ, τῷ Υἱῷ οὐκ ὄψεται ζωὴν," ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν. ἀλλ' εἴπερ ἦν ὄντως ἔρημον ἔσεσθαι