Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.27
Not analysed yet
"Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα τὴν ἡμετέραν;" χρῆν γὰρ δήπου λέγειν, εἴπερ οὕτως ἔχει, καθάπερ ἐκεῖνοι ληροῦντές φασι Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἐμὴν καὶ καθ' ὁμοίωσιν. νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, πληθυντικῷ δὲ δοὺς ἀριθμῷ τὴν ποίησιν, καὶ τὸ κατ' εἰκόνα τὴν ἡμετέραν ἐπαγαγὼν, ὁ τοῦ βιβλίου συγγραφεὺς, μονονουχὶ λαμπρᾷ καὶ μεγάλῃ βοᾷ τῇ φωνῇ τὴν ὑπὲρ ἑνάδα τῆς ἁγίας Τριάδος ἀπαρίθμησιν. Ἄλλο. Εἰ ἀπαύγασμά ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς φῶς ἐκ φωτός· πῶς οὐχ ἕτερος πρὸς αὐτὸν, ὡς ἰδιοσύστατος; τὸ γὰρ ὅλως ἀπαυγασθὲν, ὡς ὑφ' ἑτέρου δηλονότι τοῦ ἀπαυγάζοντος καὶ οὐκ αὐτὸ ἐξ ἑαυτοῦ, τοῦτο πείσεται. Ἄλλο. Ἐκ τῆς οὐσίας ὄντα τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπιδεικνύων ἑαυτὸν ὁ Υἱὸς, φησί που πάλιν "Ἐγὼ ἐκ τοῦ "Πατρὸς ἐξῆλθον καὶ ἥκω· πάλιν πορεύομαι πρὸς τὸν "Πατέρα." πῶς οὖν οὐχ ἕτερος ἔσται παρ' αὐτὸν, ὡς ἐν ὑποστάσει καὶ ἀριθμῷ, παντὸς ἡμᾶς ἀναπείθοντος λόγου, τὸ ἔκ τινος προελθὸν, ἕτερον εἶναι παρ' ἐκεῖνο νοεῖν, ἀφ' οὗ δὴ καὶ προελήλυθεν; οὐκοῦν οὐκ ἀληθὴς τοῖς δι' ἐναντίας ὁ λόγος. Ἄλλο. Εἰς Θεὸν Πατέρα καὶ εἰς Υἱὸν μονογενῆ καὶ εἰς Ἅγιον Πνεῦμα πιστεύοντες δικαιούμεθα. διά τοι τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς οἰκείοις μαθηταῖς ἐπιτάττει λέγων "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες "αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ "Ἁγίου Πνεύματος." εἴπερ οὖν ὅλως οὐδὲν ἡμῖν εἰσοίσει πρὸς νόησιν ἡ τῶν ὀνομάτων διαφορὰ, Πατέρα δέ τις εἰπὼν σημαίνει τὸν Υἱὸν, καὶ Υἱὸν ὀνομάσας αὐτοῦ μνημονεύει