Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.261
Not analysed yet
τῆς ἐν σώματι ζωῆς ἐννοῆσαι τὸν ἀπειθήσαντα, πάντως ἂν ὅτι καὶ ἐπήνεγκεν εὐθύς Ἀλλ' ὁ θάνατος μένει ἐπ' αὐτόν. ἐπειδὴ δὲ ὀργὴν ὀνομάζει Θεοῦ, δῆλον ἂν εἴη λοιπὸν ταῖς τῶν ἁγίων εὐθυμίαις τὴν τῶν ἀσεβῶν ἀντιδιαστέλλων κόλασιν, καὶ ζωὴν μὲν ἀποκαλῶν τὴν ὄντως ζωὴν ἐν δόξῃ μετὰ Χριστοῦ, τὰς δὲ ἐπὶ τοῖς ἀσεβοῦσιν αἰκίας ὀργὴν τοῦ Θεοῦ. ὅτι δὲ ὀργὴ πολλάκις ἡ κόλασις παρὰ ταῖς θείαις εἴρηται γραφαῖς, δύο παροίσω τοὺς μάρτυρας, Παῦλόν τε καὶ Ἰωάννην· ὁ μὲν γὰρ ἔφη πρὸς τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας "Καὶ ἦμεν τέκνα ὀργῆς φύσει, ὡς καὶ οἱ λοιποί·" ὁ δὲ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις "Γεννήματα ἐχιδνῶν, τίς ὑπέ"δειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;" Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης· καίτοι γε αὐτὸς Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν. Πόθεν ἡμῖν εἰς τοῦτο πρόεισιν ὁ λόγος, ἢ ἐκ ποίας ἀρχῆς ἡ τοῦ διηγήματος καθέλκουσα τάξις, ἐγνωκότα τὸν Κύριον εἰσφέρει τοὺς Φαρισαίους ἅπερ ἐπύθοντο μαθεῖν, οὐκ ἄκομψον, ὡς ἔοικεν, εἰπεῖν. τὸ γάρ Ὡς οὖν ἔγνω λέγειν τὸν ἅγιον Εὐαγγελιστὴν, ἔμφασίν τινα προϋποκειμένου σαφῶς ἀνατίκτει πράγματος· πάντα μὲν γὰρ, οὐδενός τι καταμηνύοντος, αὐτομάτως οἶδεν, ὡς Θεὸς, καὶ οὐχ ὅτε γίγνεται πρῶτον, ἀλλὰ καὶ "πρὶν γενέσεως αὐτῶν," ὡς ὁ προφήτης διεμαρτύρατο. περιμένει δὲ τοὺς ἐφ' ἑκάστῳ καιροὺς, καὶ ταῖς τῶν πραγμάτων ἀκολουθίαις, ἢ τῇ προγνώσει, μᾶλλον ἐνδίδωσιν· ἦν γὰρ δὴ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας ἄξιον.