Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.262
Not analysed yet
Ζητήσεως τοιγαροῦν γενομένης "ἐκ τῶν μαθητῶν Ἰω"άννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ," πολὺς παρ' ἀμφοῖν ἦν ὁ λόγος. οἱ μὲν γὰρ τῷ οἰκείῳ διδασκάλῳ συναγορεύοντες, τῶν νομικῶν περιῤῥαντηρίων καὶ τῶν παρ' ἐκείνοις τυπικῶν καθαρισμῶν ἐν ἀμείνοσιν ἤδη μέτροις τὸ δι' αὐτοῦ γενέσθαι διετείνοντο βάπτισμα· καὶ δὴ κατὰ τὸ εἰκὸς εἰς ἀπόδειξιν ἐποιοῦντο τοῦ πράγματος, τὸ πολλοὺς μὲν ἰέναι πρὸς αὐτὸν, τῶν δὲ ἀρχαιοτέρων τε καὶ ἄνωθεν ἐθῶν ἥδιστα λίαν ἀποφοιτᾶν. οἱ δὲ αὖ πάλιν, ἐπείπερ τοῖς δι' ἐναντίας ὁ λόγος ἐφέρετο κατὰ πρανοῦς, καὶ ὑδάτων δίκην καταῤῥοίζουσα τῆς ἀληθείας ἡ δύναμις τὸν ἀδρανῆ τῶν ἀνθεστηκότων ἐβάπτιζε νοῦν, ἐπὶ τὸ παρὰ γνώμην χωροῦσι, καὶ ἄκοντες, πολὺ δὴ κάλλιον εἶναι λέγοντες τὸ διὰ Χριστοῦ χορηγούμενον βάπτισμα· καὶ κατεκράτουν ἤδη τοῖς ἴσοις εἰς ἀπόδειξιν ἀποχρησάμενοι λογισμοῖς, καὶ διὰ τῶν αὐτῶν ἐνθυμημάτων τοῖς νενικηκόσιν ἀντεγειρόμενοι· πολλῷ γὰρ ὁρᾶσθαι πλείους διισχυρίζοντο τοὺς προσιόντας Χριστῷ, καὶ πάντας ἐκείνῳ μᾶλλον ἤπερ Ἰωάννῃ προστρέχειν· ὅθεν οἶμαι καὶ εἰς λύπην ἀνακαυθέντας τοὺς Ἰωάννου μαθητὰς τῷ οἰκείῳ προσελθεῖν διδασκάλῳ λέγοντας "Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν "τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ "πάντες ἔρχονται πρὸς αὐτόν." τὰς γὰρ ἐξ ἔριδος τῶν Ἰουδαίων προτάσεις, ἤτοι λόγους ἀποδεικτικοὺς, ὡς ἐν ἐρωτήσει προΐσχονται. ἐντεῦθεν τοιγαροῦν ἐγνωκέναι φησὶν ὁ Εὐαγγελιστὴς τὸν Κύριον ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ ἢ Ἰωάννης, εἶτα τὸν ἐξαίσιον αὐτῶν παραιτούμενος φθόνον, καὶ καιρῷ φυλάττων ἰδίῳ τὸ παθεῖν, τῆς μὲν τῶν Ἰουδαίων ὑπέξεισι χώρας, ἀναχωρεῖ δὲ πάλιν εἰς τὴν Γαλιλαίαν.