Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.263
Not analysed yet
Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας· ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. Ὦ πολλῆς ἀγχινοίας καὶ ἀκράτου νήψεως· φθάνει ταῖς ἀπολογίαις τὰ ζητηθήσεσθαι προσδοκώμενα. εἶπε γὰρ ἄν τις εὐθὺς, ἢ ἑτέρῳ προσλαλῶν, ἢ λεληθότως διενθυμούμενος Τοῦ δὴ χάριν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐκ ἐν καιρῷ τῷ καθήκοντι τὸν Σαμαρειτῶν ἐποιήσατο φωτισμόν; προσῆλθε μὲν γὰρ ἡ Συροφοινίκισσά ποτε, τὸν ἐπὶ τῇ ταλαιπώρῳ θυγατρὶ μετὰ δακρύων ἔλεον ἐξαιτοῦσα, καὶ τί πρὸς αὐτὴν ὁ φιλοικτίρμων; "Οὐ καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν "τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις·" οὐ γὰρ, οἶμαι, δεῖν ἐδοκίμαζε, πρόωρον τοῖς ἐξ ἐθνῶν τὴν τοῖς ἐξ Ἰσραὴλ ἀπονεμηθεῖσαν ἐπιδαψιλεύσασθαι χάριν· ὃ δὴ καὶ σαφέστερον αὐτὸς ἐποίει λέγων "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα "τὰ ἀπολωλότα οἴκου Ἰσραήλ." πῶς οὖν ἄρα, φήσειεν ἄν τις, ὁ πρὸς μόνον ἀπεσταλμένος τὸν Ἰσραὴλ τὸ Σαμαρειτῶν ἐπαίδευε γένος, καίτοι τοῦ Ἰσραὴλ οὔπω παντελῶς τὴν χάριν ἀπολακτίσαντος; πρὸς δὴ τὰ τοιαῦτα, πιθανὴν μετ' ἐξουσίας τὴν ἀπολογίαν εἰσφέρει τό Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας· οὐ γὰρ δὴ τούτου γε ἕνεκα καὶ μόνου τὴν πρὸς Σαμαρείτας ἀποδημίαν ἐστείλατο, ἐφ' ᾧ τε κηρύξαι παρ' αὐτοῖς τὸν λόγον, καὶ ὅλην ἐξ ὅλου μεταστῆσαι τὴν εὐλογίαν τοῦ Ἰσραήλ· ἀλλ' ἐπείπερ ἔδει παρέρχεσθαι, διὰ τοῦτο διδάσκει, τὸ σοφίας ἔργον ἀποτελῶν. Ὥσπερ γὰρ οὐκ ἄν ποτε τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν καυστικῆς ἐνεργείας καταλήξαι τὸ πῦρ, οὕτως οἶμαι κατὰ τὸ παντελὲς ὑπάρχειν ἀμήχανον τὴν τῶν ὅλων σοφίαν μὴ οὐχὶ τὸ σοφίᾳ πρέπον ἐνεργεῖν· καὶ ὥσπερ οὐκ ἐξεῖναι λέγων