Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.264
Not analysed yet
λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις, δακρυῤῥοοῦντι καὶ πολλοῖς εἰς ἔλεον ἐκλιπαροῦντι λόγοις, προσέῤῥιψε τῷ γυναίῳ τὴν χάριν, οὐ παρ' ἑτέρου νομοθετούμενος τὸν τοῦ διδόναι καιρὸν, ἀλλ' αὐτὸς ὑπάρχων μετὰ Πατρὸς ὁριστὴς, ὡς Υἱὸς καὶ Θεὸς καὶ Κύριος· οὕτω καὶ Σαμαρείτας ἠλέει, καὶ τῆς θεοπρεποῦς ἐξουσίας τὴν ἄφραστον ἀνακαλύπτων δύναμιν, ὁδοῦ πάρεργον χώρας ὅλης ποιεῖται τὸν φωτισμόν. Ἦν δὲ καὶ ἑτέρως ἄτοπον, ἤδη ταῖς ἀπονοίαις λελυττηκότα καὶ φονῶντα κατὰ τοῦ Κυρίου τὸν Ἰσραὴλ ἀγαπᾶσθαι τελείως. ἐπειδὴ δὲ οὔπω μὲν ὁλοτελῶς, διώκει δ' οὖν ὅμως ἔτι συμμέτρως, διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὔπω μὲν αὐτὸν ὁλοκλήρως ἀπογυμνοῖ τῆς χάριτος, ἐξέλκει δ' οὖν ὅμως εἰς ἑτέρους τὴν εὐλογίαν κατὰ βραχύ. τὸ δὲ ὅλως τῆς Ἰουδαίων ἀπανίστασθαι χώρας, καὶ εἰς τὴν τῶν ἀλλογενῶν σπουδάζειν ἰέναι, διὰ τὴν τῶν διωκόντων ἀπανθρωπίαν, ἀπειλή τις ἦν, καθάπερ ἐν τύπῳ ζωγραφουμένη τῇ τοῦ πράγματος φύσει, ὡς ὁλόκληρον ἤδη τῆς χάριτος ὑπομενοῦσι ζημίαν, καὶ παραπέμψουσιν εἰς ἑτέρους τὸ οἰκεῖον ἀγαθὸν, τουτέστι τὸν Χριστὸν, εἰ μὴ τῆς εἰς αὐτὸν παροινίας ἀπόσχοιντο. Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ· ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Τοὺς τῆς Ἰουδαίας ὅρους ἐκβεβηκὼς, καὶ παρὰ τοῖς ἀλλογενέσιν ἤδη γεγονὼς ὁ Σωτὴρ ἐπὶ τῇ πηγῇ καταλύει τοῦ Ἰακώβ· ὡς ἐν τύπῳ πάλιν ἡμῖν καὶ δι' αἰνίγματος ὑποδεικνὺς, ὅτι κἂν τῆς Ἱερουσαλὴμ τὸ εὐαγγελικὸν ἐκφοιτήσῃ κήρυγμα, καὶ εἰς ἔθνη λοιπὸν ὁ θεῖος ἐκδράμοι λόγος, οὐ συναποβληθήσεται τῷ Ἰσραὴλ ἡ εἰς τοὺς πατέρας ἀγάπη,