Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.265
Not analysed yet
ἀλλὰ πάλιν αὐτῶν ἀνθέξεται Χριστὸς, καὶ ἐπαναπαύσεται καὶ καταλύσει πάλιν ὡς ἐν ἁγίοις, ἀμάραντον αὐτοῖς τὴν ἐν ἀρχαῖς ἀποσώζων χάριν. ἐμφιλοχωρεῖ δὲ ταῖς τῶν ἁγίων μνήμαις, ἵνα τύπον ἡμῖν ἑαυτὸν κἀν τούτῳ παράσχοι, καὶ ἀρχὴ καὶ θύρα τῆς εἰς τοὺς πατέρας γένοιτο τιμῆς. καταλύει δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ὡς γέγραπται, ἵνα κἀν τούτῳ τῆς τῶν ἐλαυνόντων αὐτὸν ἀσεβείας κατηγορῇ. δέον γὰρ ταῖς εὐγνώμοσιν ἀνακτᾶσθαι τιμαῖς, αἰδοῖ τε καὶ φόβῳ περιθάλπειν ὡς εὐεργέτην, ἱδρῶτι καὶ πόνοις καταικίζονται τὸν Κύριον, ἵνα καὶ ἀληθεύοι λέγων περὶ αὐτῶν ἐν βίβλῳ ψαλμῶν "Καὶ ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν." Ἰουδαίων μὲν οὖν ἐν τούτοις ὁρᾶται τὸ θράσος. τί δὲ ἄρα φήσουσι πρὸς τοῦτο πάλιν ἡμῖν καὶ οἱ τῆς ἐκείνων ἀπονοίας γείτονες Ἀρειανοὶ, μᾶλλον δὲ πρὸς οὓς ἂν λέγοιτο δικαίως Ἐδικαιώθη Σόδομα ἐκ σοῦ; οἱ μὲν γὰρ κατὰ σάρκα σταυροῦσι Χριστὸν, οἱ δὲ εἰς αὐτὴν ἐμπαροινοῦσι τὴν ἄῤῥητον τοῦ Λόγου φύσιν. ἰδοὺ κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας· τίς ὁ τοῦτο παθών; ἆρα καὶ ἰσχύος ἡμῖν ἐπιδεᾶ τὸν τῶν δυνάμεων εἰσοίσετε Κύριον, καὶ αὐτῷ τῷ ἐκ Πατρὸς Μονογενεῖ τὸν ἐκ τῆς ὁδοιπορίας ἀναθήσετε πόνον, ἵνα καὶ παθητὸς νοῆται λοιπὸν ὁ παθεῖν οὐκ εἰδώς; ἢ φρονεῖν μὲν οὕτω παραιτήσεσθε ποιοῦντες ὀρθῶς, μόνῃ δὲ τῇ τοῦ σώματος φύσει περιθήσετε τὰ ἐπὶ τούτοις ἐγκλήματα, μᾶλλον δὲ τῇ ἀνθρωπότητι πρέπειν ἐρεῖτε τὸν πόνον, ἤπερ ὄντι καὶ νοουμένῳ γυμνῷ καὶ καθ' ἑαυτὸν τῷ Λόγῳ; ὅνπερ οὖν τρόπον ἐν ἰδίᾳ φύσει τὸ πάντα δύνασθαι κεκτημένος, καὶ αὐτὸς ὑπάρχων ἡ πάντων ἰσχὺς κεκοπιακέναι λέγεται· μὴ γάρ μοι, μὴ διέλῃς εἰς υἱῶν δυάδα τὸν ἕνα Χριστὸν, κἂν τὰ τῆς ἀνθρωπότητος εἰς ἑαυτὸν οἰκειοῦται πάθη· καίτοι μένων