Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.266
Not analysed yet
ἀπαθὴς, ἐπείπερ ἄνθρωπος γέγονεν, ὁ κοπιᾶν μὴ πεφυκώς· οὕτως εἴ τι καὶ λέγοι τῶν ὅσα δὴ πρέπειν ἀνθρώπῳ μᾶλλον οἰησόμεθα δεῖν, καὶ οὐκ ἄρα τῷ Θεῷ, μὴ λεξιθηρῶμεν εὐθὺς, μηδὲ ὅτε μάλιστα τέχνης ἡμῖν τῆς εἰς εὐσέβειαν δεῖ, τότε δὴ διαφερόντως ἀμαθαίνοντες ἁλισκώμεθα, τὸν μὲν τῆς μετὰ σαρκὸς οἰκονομίας ὡς ποῤῥωτάτω ποιούμενοι λόγον, ἐπ' αὐτὴν δὲ θερμῶς ἀναβαίνοντες τὴν τοῦ Λόγου θεότητα, καὶ τῶν ὑπὲρ ἡμᾶς πραγμάτων ἐκ πολλῆς τῆς ἀμαθίας ἁπτόμενοι. εἰ μὲν γὰρ ὅλως οὐ κεχρημάτικεν ἄνθρωπος, εἰ μὴ γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, θορυβεῖσθαι δίκαιον, ὅταν τι λέγῃ δουλοπρεπὲς, ἀπαιτεῖσθαι δὲ μᾶλλον πάντα κατὰ τὸν πρέποντα τῷ Θεῷ λόγον· εἰ δὲ σωζόμενον ἐν πίστει βεβαίᾳ καὶ ἀνενδοιάστως τεθαρσήκαμεν, ὅτι κατὰ τὴν Ἰωάννου φωνήν "Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ὅταν ἴδῃς ὡς σάρκα λαλοῦντα, τουτέστιν ὡς ἄνθρωπον, δέχου πρὸς ἀσφάλειαν τοῦ κηρύγματος τὸν ἀνθρώπῳ πρέποντα λόγον. οὐ γὰρ ἦν ἑτέρως ἐπιγνῶναι σαφῶς, ὅτι Θεὸς ὢν καὶ Λόγος, γέγονεν ἄνθρωπος, εἰ μή τι καὶ παθεῖν ὁ ἀπαθὴς, καὶ λαλῆσαί τι ταπεινὸν ὁ ὑψηλὸς ἀναγέγραπτο. Ὥρα ἦν ὡς ἕκτη. Εὐαφόρμως ἐπὶ τῇ πηγῇ καταλύοντα δεικνύει τὸν Ἰησοῦν. ἡλίου γὰρ ἀκμαιοτάτην ἀπὸ μέσων ἁψίδων τοῖς ἐπὶ τῆς γῆς τὴν ἀκτῖνα καταχέοντος, καὶ ἀκράτοις τὰ σώματα καταφλέγοντος βολαῖς, τὸ μὲν ἔτι πρόσω βαδίζειν οὐκ ἀζήμιον, τὸ δὲ ἀναπνεῦσαι βραχὺ μᾶλλον ἦν ἀκολουθότερον, ὅτε δὴ μάλιστα καὶ τὴν ἐπὶ τρυφαῖς αἰτίαν ῥᾳδίως ἂν ἀπεκρούσατο, καιροῦ τοῦ πρέποντος συνηγοροῦντος τῷ πράγματι. ἕκτην δ' οὐκ ἀκριβῶς, ἀλλ' ὡς ἕκτην εἶναι τὴν ὥραν φησὶν, ἵνα καὶ