Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.267
Not analysed yet
ἡμεῖς μανθάνωμεν μηδὲ ἐν τοῖς ἐλαχίστοις ἀδιαφορεῖν, πειρᾶσθαι δὲ μᾶλλον καὶ τὴν ἐν τοῖς τυχοῦσιν ἐπιτηδεύειν ἀλήθειαν. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πιεῖν. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. λέγει αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις. Οὐκ ἠγνόει τοῦ γυναίου τὴν ἄφιξιν ὁ Σωτήρ. εὖ γὰρ δὴ καὶ λίαν ἠπίστατο Θεὸς ὑπάρχων ἀληθινὸς, ὡς αὐτίκα παρέσται ψυχρὸν ἀπὸ κρήνης ἀρυσομένη τὸ νᾶμα· ἐπειδὴ δὲ ἤδη παρῆν, εἴσω βρόχων ἐποιεῖτο τὸ θήραμα, καὶ τὸν τῆς διδασκαλίας εὐθὺ κατατείνων λόγον, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ἐποιεῖτο τὴν διάλεξιν. Τὸ μὲν οὖν μηδαμόθεν χρῆναι καταμολύνεσθαι, τοῖς Ἰουδαίοις ὁ νόμος ἐπραγματεύετο· διά τε τοῦτο παντὸς ἀναχωρεῖν ἀκαθάρτου διετύπου πράγματος, καὶ μήτε ἀλλογενέσιν ἢ ἀπεριτμήτοις ἀναμιγνύσθαι. οἱ δὲ εἰς πολύ τι πλέον ἀναφέροντες τῆς ἐντολῆς τὴν δύναμιν, καὶ εἰκαιοτάταις μᾶλλον ἐπιτηρήσεσιν, ἢ ταῖς ἀκριβείαις τῶν λεγομένων ἀκολουθήσαντες, οὐδ' ὅσον ἀποθίγειν τῆς τῶν ἀλλοφύλων σαρκὸς ἀποτολμῶντες, ἁπάσης δὲ εἴσω πεσεῖν ἀκαθαρσίας ἐνόμιζον, εἰ κατά τι γοῦν ὀφθεῖεν ὅλως Σαμαρείταις συμβαίνοντες. εἰς τοσοῦτον δὲ αὐτοῖς τὰ τῆς διαστάσεως ἐχώρει λοιπὸν, ὡς καὶ ὕδατος καὶ τροφῆς ἀπογεύεσθαι ναρκᾶν, τῆς διὰ χειρὸς ἀλλοφύλων προσκομιζομένης. ἵνα τοίνυν ξενοφωνήσῃ τὸ γύναιον, καὶ τὸ ἀσύνηθες αὐτῷ καλέσῃ πρὸς ζήτησιν, τίς μὲν εἴη, καὶ πόθεν, ἢ καὶ ὅπως τῶν Ἰουδαϊκῶν κατεφρόνησεν ἐθῶν· οὕτω τε λοιπὸν ὁ λόγος ἐπὶ τὸν οἰκεῖον