Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.268
Not analysed yet
βαδίζοι σκοπὸν, καὶ τὸ διψῆν ὑποκρίνεται, λέγων Δός μοι πιεῖν. ἡ δὲ ἔφη· Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ ζητεῖς πιεῖν ὕδωρ γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ. Ἀρχὴ μαθήσεως ζήτησις, καὶ ῥίζα τῆς ἐπί τισιν ἀγνοουμένοις συνέσεως ἡ περὶ αὐτῶν ἐπαπόρησις. ταύτην ὁ λόγος ἑλεῖν ἐπιθυμεῖ τὴν ἀρχήν· διά τοι τοῦτο καὶ τὸ δοκεῖν ἡγεῖσθαι μηδὲν τὰ τῶν Ἰουδαίων ἔθη σοφῶς ὁ Σωτὴρ ὑπεπλάττετο. Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκέ σοι ὕδωρ ζῶν. λέγει αὐτῷ ἡ γυνή. Τὴν ὑπερκόσμιόν τε καὶ ὑπερουράνιον οὐκ εἰδυῖα τοῦ Μονογενοῦς οὐσίαν, μᾶλλον δὲ ἀγνοοῦσα παντελῶς τὸν ἐνανθρωπήσαντα Λόγον, Ἰουδαῖον οὖν αὐτὸν ὠνόμαζεν ἡ γυνή. καὶ σιωπᾷ μὲν πρὸς τοῦτο χρησίμως, ἵνα σώζηται πάλιν ἡ τοῦ πρὸς αὐτὴν ὑπόθεσις λόγου· ἀναφέρει δ' οὖν ὅμως εἰς ὑψηλοτέραν τὴν περὶ αὐτοῦ διάληψιν, οὐκ εἰδέναι λέγων, τίς ὁ ποτὸν αἰτήσας ἐστὶν, ἢ καὶ ὅσην ἔχει τὴν χάριν τὰ θεόθεν χορηγούμενα, ὡς εἴπερ ἔχοι τὴν γνῶσιν, οὐκ ἂν ὑστερίζειν ἠνέσχετο, ᾔτησε γὰρ ἂν προλαβοῦσα τὸν Κύριον. ἐρεθίζει μὲν οὖν διὰ τούτων εἰς τὸ καὶ λίαν ἐσπουδασμένως ἐθελῆσαι μαθεῖν. ἐπιτήρει δὲ ὅπως εὐφυᾶ δὴ καὶ νῦν καὶ κόμπου γυμνὸν ἐπιτηδεύων λόγον, Θεὸν ἑαυτὸν εἶναί φησιν, εἰ καὶ βραδεῖα πρὸς τὸ δύνασθαι νοεῖν ἡ γυνή. ἀποθαυμάζειν γὰρ ἀναπείθων τὴν τοῦ Θεοῦ δωρεὰν, ταύτης ἑαυτὸν εἰσφέρει