Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.269
Not analysed yet
χορηγόν· εἰ γὰρ ᾔδεις φησὶ τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, σὺ ἂν ᾔτησας αὐτόν. τίνι δ' ἂν καὶ πρέποι τὸ χαρίζεσθαι τὰ Θεοῦ; μὴ οὐχὶ κατὰ φύσιν ὄντι Θεῷ; Ὕδωρ δὲ ζῶν ἀποκαλεῖ τὴν ζωοποιὸν τοῦ Πνεύματος δόσιν, δι' ἧς καὶ μόνης ἡ ἀνθρωπότης, καίτοι τοῖς ἐν ὄρεσι πρέμνοις αὐαινομένη παραπλησίως, ξηρά τε ἤδη καὶ πάσης ἄγονος ἀρετῆς ταῖς τοῦ διαβόλου κακουργίαις ἀναδεδειγμένη, πρὸς τὸ ἀρχαῖον ἐπανατρέχει τῆς φύσεως κάλλος, καὶ τὴν ζωοποιὸν ἐκπίνουσα χάριν, πολυτρόποις ἀγαθῶν ἰδέαις περιανθίζεται, καὶ εἰς ἕξιν ἀναβλαστῶσα τὴν φιλάρετον, εὐτραφεστάτους τῆς εἰς Θεὸν ἀγάπης ἀνίησι κλῶνας. τοιοῦτον δέ τι καὶ διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου πρὸς ἡμᾶς ὁ Θεός "Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες "στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν "τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου "ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι." ἔσεσθαι δὲ καὶ τὴν τοῦ δικαίου ψυχὴν, "ὡς ξύλον ἔγκαρπον," ἕτερός τις φησὶ τῶν ἁγίων, καὶ ἀνατελεῖν μὲν, ὡσεὶ χόρτον ἀναμέσον ὕδατος, ὀφθήσεσθαι δὲ ὡς ἰτέαν ἐπὶ παραῤῥέον ὕδωρ. Δυνατὸν μὲν οὖν τοῖς εἰρημένοις καὶ ἑτέρας ἡμᾶς ἐπισωρεύειν τὰς ἀπὸ τῆς θείας γραφῆς μαρτυρίας, δι' ὧν ἦν καὶ μάλα ῥᾳδίως ἐπιδεικνύειν, ὡς ἐν ὕδατος προσηγορίᾳ τὸ θεῖον πολλάκις κατωνόμασται πνεῦμα. τὸ δὲ τούτοις ἡμᾶς ἐμφιλοχωρεῖν οὐ καιρός· διὸ δὴ πάλιν ἑτέροις ἐπινηξόμεθα πρὸς τὸ μέγα καὶ πλατὺ τῶν θείων θεωρημάτων ἐπειγόμενοι πέλαγος. Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Οὐδὲν τῶν ἐν συνηθείᾳ πλέον ἡ γυνὴ φαντάζεται, καὶ