Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.270
Not analysed yet
συνίησι μὲν οὐδαμῶς τῶν εἰρημένων τὴν δύναμιν, οἴεται δὲ ὅτι κατά τινας τῶν ἐξ ἐπῳδῆς καὶ δαιμονιώδους ἀπάτης θαυματουργεῖν εἰωθότων, σχοινίου τε δίχα καί τινος ἑτέρας μηχανῆς, αὐτόματον αὐτῇ τὸ ὕδωρ ἐκ τῶν φρεατίων ἀνοίσει πυθμένων. ὕδωρ δὲ ζῶν, ὡς πρὸς τὸν οἰκεῖον ὀνομάζει σκοπὸν, τὸ νεωστὶ τῶν πηγαίων ἀνομβρῆσαν μαστῶν. Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ. Ἑαυτῆς ἐπιλαμβάνεται καὶ σφόδρα τὴν ταχίστην ἡ γυνὴ, συνορᾷ δὲ οὐχ ὁσίως, οὐδὲ πάντως ἀληθεῖς λαβοῦσα τὰς ὑπονοίας περὶ αὐτοῦ· οὐ γὰρ ἦν μὴ πάντως ὠφελεῖσθαι πρὸς νῆψιν, τὴν ὅλως τῶν θείων ἀπολαύουσαν λόγων. ὡς ἐνδεχομένου τοιγαροῦν ἐπῳδὸν μὲν οὐκ εἶναι τὸν λέγοντα, προφήτην δὲ μᾶλλον, καὶ τῶν ἐν ἁγιασμῷ διαπρεπεῖ, διά τε τοῦτο παρέξειν αὐτῇ τὸ ὕδωρ τὸ ζῶν κατεπαγγέλλεσθαι, καὶ δίχα τῶν κατὰ συνήθειαν ἀντλημάτων, ἢ πολὺ πρὸς χρῆσιν τὸ ἄμεινον ἐξ ἑτέρας ἀνευρίσκοντα πηγῆς, μετατίθησι τὸν λόγον εὐθὺς ἐπὶ τὸ σωφρονέστερον, καὶ ὡς ἅγιον ἁγίῳ συγκρίνει λέγουσα Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο; δέχου τοῦ νοήματος τὴν περίνοιαν, ἐκ τοῦ μηκέτι θαυμάζειν αὐτὴν, εἰ σχοινίον οὐκ ἔχων τὸ ὕδωρ ἐπαγγέλλεται, τῆς δὲ κατὰ γεῦσιν ποιότητος πέρι διαλέγεσθαι μόνης. Σαμαρεῖται μὲν οὖν ἀλλογενεῖς· Βαβυλωνίων γὰρ ἄποικοι· πατέρα δὲ καὶ αὐτοὶ τὸν Ἰακὼβ ἐπιγράφονται κατὰ δύο τρόπους· ὡς γὰρ ὅμορόν τε καὶ γείτονα τῆς Ἰουδαίων οἰκοῦντες χώραν, ὀλίγα τῆς ἐκείνων λατρείας εἰς ἑαυτοὺς ἀνεμάττοντο, καὶ τοῖς Ἰουδαίων πατράσιν ἐπαυχεῖν ἐμελέτων. ἄλλως τε καὶ