Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.271
Not analysed yet
ἦν ὄντως ἀληθὲς, ὅτι τῆς Ἰακὼβ ἐξέφυσαν ῥίζης τῶν τὴν Σαμάρειαν οἰκούντων οἱ πλείους. ὁ γὰρ τοῦ Ναβὰτ Ἱεροβοὰμ, δέκα τοῦ Ἰσραὴλ συναγείρας φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, ἀπαίρει μὲν τῆς Ἱερουσαλὴμ κατὰ καιρὸν τῆς Ῥοβοὰμ βασιλείας υἱοῦ Σολομῶνος, καταλαβὼν δὲ τὴν Σαμάρειαν, καὶ οἴκους ἐν αὐτῇ καὶ πόλεις ἀνεδείματο. Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσει εἰς τὴν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. λέγει πρὸς αὐτὸν ἡ γυνή. "Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ," ὥσπερ τι μέγα καὶ δυσκαταγώνιστον πρόβλημα προτεινούσης τῆς Σαμαρείτιδος, εὐφυέστατα πάλιν ὁ Σωτὴρ παραιτεῖται μὲν τὸν ἐν ῥήμασι κόμπον, ὅτι μείζων ὑπάρχοι σαφῶς οὐκ εἰπὼν, ἀπὸ δὲ τῆς τῶν πραγμάτων ποιότητος δοκιμάζειν ἀναπείθει τὸν προύχοντα. διάτοι τοῦτο καὶ ἀσύγκριτον οὖσαν τῶν νοητῶν ὑδάτων πρὸς τὰ ἐν αἰσθήσει καὶ γεωδέστερα τὴν διαφορὰν ἐπιδεικνύει λέγων Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὁ δὲ τῶν ἐμῶν, φησὶν, ὑδάτων ἐμφορησάμενος, οὐχ ὅπως τοῦ διψῆν ἔτι κρείττων ἀποφανθήσεται, ἀλλ' ἕξει πηγὴν ἐν ἑαυτῷ πρὸς ζωὴν αἰώνιον ἀποτρέφειν ἰσχύουσαν. οὐκοῦν ὁ τὰ μείζω δωρούμενος ἐν μείζοσιν ἔσται, φησὶ, τοῦ τὸ ἔλαττον ἔχοντος, καὶ τὴν αὐτὴν οὐκ ἀποίσεται δόξαν τῷ νικῶντι τὸ ἡττώμενον. Ἰστέον δὲ πάλιν, ὡς ὕδωρ ἐν τούτοις τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁ Σωτὴρ ἀποκαλεῖ, ἧς εἴπερ τις γένοιτο μέτοχος, ἀναπηγάζουσαν ἕξει λοιπὸν ἐν ἑαυτῷ τῶν θείων μαθημάτων τὴν χορηγίαν, ὡς μηκέτι μὲν αὐτῷ τῆς παρ' ἑτέρων νουθεσίας ἐνδεῖν, ἐξαρκεῖν δὲ μᾶλλον εἰς τὸ δύνασθαι