Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.272
Not analysed yet
ῥᾳδίως παρακαλεῖν, τοὺς οἷσπερ ἂν γένοιτο διψῆν τὸν θεῖόν τε καὶ οὐράνιον λόγον, ὁποῖοί τινες ἦσαν κατὰ τὸν παρόντα βίον καὶ ἐπὶ γῆς ἔτι πολιτευόμενοι, ἅγιοί τε προφῆται καὶ ἀπόστολοι, καὶ οἱ τῆς ἐκείνων κληρονόμοι λειτουργίας, περὶ ὧν γέγραπται "Καὶ ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ "τῶν πηγῶν τοῦ σωτηρίου." Δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. λέγει αὐτῇ ὁ Ἰησοῦς. Μόνα πάλιν τὰ συνήθη καὶ λαλεῖ καὶ φαντάζεται, συνίησι δὲ ὅλως τῶν λεγομένων οὐδέν· ἐν δὲ τῷ μικρῶν ἀπαλλάττεσθαι πόνων, ὅλην ἕξειν οἴεται τοῦ Σωτῆρος ἡμῶν τὴν φιλοτιμίαν, καὶ ἐν τῷ μηκέτι διψῆν, τῆς τοῦ Θεοῦ χάριτος ὁρίζει τὸ μέτρον, οὐδ' ὅσον ἐν ἐννοίαις ψιλαῖς δεχομένη τὰ ὑπερκείμενα. Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. Ἦν ἄρα καλῶς τε καὶ οὐκ ἐψευσμένως εἰπεῖν, ὅτι θήλειαί πως εἰσὶ θηλειῶν αἱ φρένες, καὶ μαλακὸς ἐνῴκισται νοῦς γυναιξὶν, οὐδαμόθεν ἔχων τὸ δύνασθαί τι συνιέναι γοργῶς· εὐμαθεστέρα δέ πως ἡ ἀνδρῶν ἐστι φύσις, καὶ πολὺ πρὸς λόγους ἑτοιμοτέρα, διεγηγερμένον εἰς νῆψιν καὶ ἵν' οὕτως εἴπω θερμόν τε καὶ ἀπηρσενωμένον ἔχουσα τὸν νοῦν. διὰ ταύτην οἶμαι τὴν αἰτίαν τὸν ἄνδρα καλεῖν τῷ γυναίῳ παρεκελεύετο λεληθότως ἐλέγχων, ὡς ἀμαθεστάτην μὲν ἔχοι τὴν καρδίαν, τοῖς δὲ εἰς σοφίαν λόγοις ἀμεταχείριστον, ὁμοῦ δέ τι καὶ ἕτερον ἐπὶ τούτῳ κάλλιστον οἰκονομῶν.