Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.282
Not analysed yet
"Τίμα γὰρ, φησὶ, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ "ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·" ὃ δὴ καὶ γενέσθαι συμβέβηκε διὰ τῆς Εὐαγγελικῆς διδασκαλίας, τῆς κατὰ νόμον ἤδη λατρείας συνεσταλμένης. οὐ γὰρ ἔτι ταῖς ἔξωθεν δωροφορίαις θεραπεύειν οἰόμεθα δεῖν τὸν ἁπάντων Κύριον, τὸ ἐξ ὕλης φθαρτῆς συντελεῖν ἐπειγόμενοι δίδραχμον· ἀληθινοὶ δὲ ὄντες προσκυνηταὶ, προσκυνοῦμεν ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ Θεῷ καὶ Πατρί. ταύτην ἐγκεκρύφθαι τῷ νομικῷ γράμματι τὴν διάνοιαν ὑποτοπητέον. Ὡς οὖν ἐν τοῖς Ἱεροσολύμοις ὁ Κύριος ἦν, οἱ τοῦ διδράχμου πρακτῆρες ἀνεπυνθάνοντο τοῦ Πέτρου λέγοντες "Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; εἰσελθόντα δὲ "εἰς τὴν οἰκίαν, ὡς γέγραπται, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς "λέγων Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι τέλη ἢ "κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;" εἰπόντος δὲ αὐτοῦ "Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη ὁ Ἰησοῦς "Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίζωμεν "αὐτοὺς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν "ἀναβάντα πρῶτον ἰχθῦν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ "εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ "σοῦ." ὁρᾷς οὐκ ἀνεχόμενον ὑποτελῆ γενέσθαι τὸν Υἱὸν, οὐδὲ ὡς ἕνα τῶν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν, ὑπομεῖναι πρᾶγμα δουλοπρεπές; εἰδὼς γὰρ τῆς ἑαυτοῦ φύσεως τὸ ἐλεύθερον ἀξίωμα, οἰκετικὸν οὐδὲν ἐποφείλειν τῷ Θεῷ καὶ Πατρὶ διισχυρίζεται· "Ἐλεύθεροι γάρ εἰσιν οἱ υἱοί" φησιν. πῶς οὖν οὐκ ἀνεθέλητον ἔχει τὴν δουλοπρεπῆ προσκύνησιν; ὁ δὲ καὶ πρὸς μόνον ἀποναρκήσας τὸν τοῦ πράγματος τύπον,