Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.283
Not analysed yet
πῶς ἂν ταύτην ἔτι καταδέξαιτο τὴν ἀλήθειαν; ἢ γὰρ οὐχ ὡς τέλος καὶ καρποφορίαν πνευματικὴν λογιούμεθα τὴν προσκύνησιν, καὶ λατρείας εἶδος ὑπάρχειν ἐροῦμεν αὐτήν; ἐπεὶ διὰ ποίαν ὁ νόμος αἰτίαν τῇ προσκυνήσει συνέδησε τὴν λατρείαν εἰπών "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ "αὐτῷ μόνῳ λατρεύσεις." πύλη γὰρ ὥσπερ τις ἐστὶ καὶ ὁδὸς τῆς ἐν ἔργοις λατρείας ἡ προσκύνησις, ἀρχὴν ἔχουσα δουλείας τῆς ὡς πρὸς Θεόν. διὸ δὴ καὶ πρός τινας ὁ μελῳδός που φησί "Δεῦτε προσκυνήσωμεν καὶ προσπέ"σωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιή"σαντος ἡμᾶς." ὁρᾷς παρεπόμενόν τε καὶ συνεζευγμένον τῷ προσκυνεῖν τὸ χρῆναι προσπίπτειν; οὗ τί ἂν γένοιτο δουλοπρεπέστερον, παρά γε τοῖς ὀρθῶς δοκιμάζουσι τὰς τῶν πραγμάτων ποιότητας, εἰπεῖν οὐκ ἔχω. Εἰ δὲ ἐπιμένουσιν οἱ δι' ἐναντίας ἐπ' ἀθραύστοις ἔτι ταῖς ἀναισχυντίαις σοβαρευόμενοι, καὶ τῶν ἐπὶ τούτοις ἀπαιδεύτων οὐ καταλήγουσι λογισμῶν, ἐπιδεικνύντων ἡμῖν ὅλην τὴν ἁγίαν περινοστοῦντες γραφὴν προσκυνήσαντα τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὅτε γυμνὸς ἦν ἔτι Λόγος, πρὸ τῶν τῆς ἐνανθρωπήσεως χρόνων καὶ τοῦ τῆς δουλείας σχήματος. νῦν μὲν γὰρ ὡς ἄνθρωπος ἀκατηγόρητον προσκυνεῖ, τότε δὲ, οὐκέτι. ἀλλ' οὐχ ἕξουσι μὲν ἐκ τῶν θείων τε καὶ ἱερῶν ἐπιδεῖξαι τοῦτο γραμμάτων· στοχασμοὺς δὲ ἡμῖν καὶ σαθρῶν ἐνθυμημάτων ἐπινοίας συναγείροντες, εὐλόγως ἀκούσονται "Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς, μηδὲ" τὴν δόξαν τοῦ Μονογενοῦς. ὅτι γὰρ ᾗ μὲν Λόγος ἐστὶ καὶ Θεὸς οὐ προσκυνεῖ, γεγονὼς δὲ καθ' ἡμᾶς, καὶ τοῦτο παθεῖν ἀνθρωποπρεπῶς κατεδέξατο διὰ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς, οὐ θύραθεν ἡμῖν ἡ πληροφορία ζητηθήσεται, διὰ δὲ τῶν αὐτοῦ πάλιν εἰσόμεθα λόγων. τί γὰρ δὴ καί φησι πρὸς τὴν ἐκ