Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.284
Not analysed yet
τῆς Σαμαρείας γυναῖκα; Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. ἆρ' οὐχὶ παντί τῳ καὶ διὰ τούτου καταφανὲς, ὅτι τῷ πληθυντικῷ χρησάμενος ἀριθμῷ, καὶ τοῖς ἐξ ἀνάγκης καὶ δουλείας προσκυνοῦσιν ἑαυτὸν ἐναριθμῶν, ὡς ἐν δούλῃ τῇ ἀνθρωπότητι γεγονὼς τὰ τοιαῦτά φησι; τί γὰρ ἦν, εἰπέ μοι, τὸ κωλύον αὐτὸν εἰς οἰκεῖον πρόσωπον ἑλκῦσαι μοναδικῶς τὴν προσκύνησιν, εἰ νοεῖσθαι παρ' ἡμῶν ἐπεθύμει προσκυνητής; ἔδει γὰρ μᾶλλον εἰπεῖν Ἐγὼ προσκυνῶ ὃ οἶδα, ἵνα τοῖς ἄλλοις ἀσύντακτος ὢν, ἐφ' ἑαυτῷ καὶ μόνῳ τὴν τῶν εἰρημένων ἁρπάσῃ δύναμιν. νυνὶ δὲ τό Ἡμεῖς ἄριστά τε φησὶ καὶ λίαν ἀσφαλῶς, ὡς ἐν δούλοις ἤδη κατατεταγμένος διὰ τὴν ἀνθρωπότητα, ὡς τοῖς προσκυνοῦσιν ἐναρίθμιος, ὡς Ἰουδαῖος διὰ τὴν χώραν. Ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. λέγει αὐτῷ ἡ γυνή. Σημαίνει μὲν τῆς ἑαυτοῦ παρουσίας τὸν ἤδη παρόντα καιρὸν, μετασκευασθήσεσθαι δὲ τοὺς τύπους φησὶν εἰς ἀλήθειαν, καὶ τὴν τοῦ νόμου σκιὰν εἰς λατρείαν πνευματικήν. διὰ δὲ τῆς εὐαγγελικῆς παιδεύσεως εἰς εὐάρεστον τῷ Πατρὶ πολιτείαν χειραγωγηθήσεσθαι λέγει τὸν ἀληθινὸν προσκυνητὴν, τὸν ἄνθρωπον δηλονότι τὸν πνευματικὸν, ἑτοιμότερόν πως εἰς οἰκειότητα τρέχοντα τὴν πρὸς Θεόν. πνεῦμα γὰρ ὁ Θεὸς, ὡς πρὸς ἐνσώματον νοεῖται φύσιν. διά τοι τοῦτο δικαίως τὸν πνευματικὸν ἀποδέχεται προσκυνητὴν, οὐκ ἐν μορφώσει καὶ τύποις φοροῦντα τῆς εὐσεβείας τὴν μόρφωσιν Ἰουδαϊκῶς, ἀλλὰ τοῖς μὲν ἐξ ἀρετῆς κατορθώμασιν εὐαγγελικῶς