Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.285
Not analysed yet
διαλάμποντα, τῇ δὲ τῶν θείων δογμάτων ὀρθότητι τὴν ὄντως ἀληθῆ πληροῦντα προσκύνησιν. Οἴδαμεν ὅτι μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Ὥραν ἀφίξεσθαι καὶ καιρὸν, μᾶλλον δὲ ἤδη παρεῖναι, διδάσκοντος τοῦ Χριστοῦ, καθ' ὃν οἱ ἀληθινοὶ προσκυνηταὶ τὴν ἐν πνεύματι λατρείαν προσοίσουσι τῷ Θεῷ καὶ Πατρὶ, παραχρῆμα τὸ γύναιον εἰς τὴν λαλουμένην παρὰ τοῖς Ἰουδαίοις ἐλπίδα τοῖς ὑπὲρ ἕξιν ἀναπτεροῦται νοήμασιν. εἰδέναι δὲ τὸν μεσίαν ὡς ἥξει κατὰ καιρὸν οἰκεῖον ὁμολογεῖ, καὶ ἥξει μὲν ἐπὶ τίσιν, ἀκριβῶς οὐ φησὶν, ἀπεριεργάστους, ὡς ἔοικε, τοὺς ἐπ' αὐτῷ λαμβάνουσα θρύλους, ἅτε δὴ φιλόγελώς τε καὶ φιλοσαρκοῦσα γυνή· οὐ μὴν ἠγνόησε παντελῶς, ὡς ἀστειοτέρων μαθημάτων εἰσηγητὴς ἐπὶ τὸν Ἰσραὴλ ἀναδειχθήσεται, καὶ τοῦτο δὴ πάντως ἐν τοῖς περὶ αὐτοῦ λόγοις εὑρίσκουσα. Λέγει αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Οὐ ταῖς ἀπαιδεύτοις ψυχαῖς ἢ καὶ ἀμαθέσι παντελῶς ἑαυτὸν ἀνακαλύπτει Χριστὸς, ἀλλ' ἐκείναις μᾶλλον ἐπιλάμπει καὶ φαίνεται, αἵπερ ἂν εἶεν ἤδη πρὸς τὸ βούλεσθαί τι μαθεῖν ἑτοιμότεραι, καὶ τῆς πίστεως τὴν ἀρχὴν ἐν ἁπλοῖς ὠδίνουσαι λόγοις, πρὸς τὴν τῶν τελειοτέρων ἐπείγονται γνῶσιν. τοιαύτη τις ἡμῖν καὶ ἡ Σαμαρεῖτις ἀνεδείχθη γυνὴ, παχύτερον μὲν ἤπερ ἐχρῆν τοῖς ὄντως θείοις προσβαλοῦσα θεωρήμασιν, οὐ μὴν τοῦ βούλεσθαί τι καὶ νοεῖν ἐξῳκισμένη παντελῶς. πρῶτον μὲν γὰρ αἰτήσαντι τῷ Χριστῷ τὸ ποτὸν, προχείρως οὐ δίδωσι, παραλύοντα δέ πως, ὅσον ἧκεν ἀνθρωπίνως εἰπεῖν, τὰς ἐπιχωρίους τῶν Ἰουδαίων συνηθείας καταθεωμένη, τοὺς τῆς παραβάσεως προανεζήτει λόγους, μονον-