Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.286
Not analysed yet
ουχὶ διὰ τῆς ὑπομνήσεως εἰς ἐξήγησιν καλοῦσα τὸν Κύριον· "Πῶς γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς "γυναικὸς Σαμαρείτιδος οὔσης;" ἐπειδὴ δὲ, τοῦ τῆς κατηχήσεως προϊόντος λόγου, καὶ προφήτην ὡμολόγει εἶναι λοιπὸν, φάρμακον εἰς σωτηρίαν λαβοῦσα τὸν ἔλεγχον, ἑτέραν αὐτῷ προσῆγε τὴν πεῦσιν λέγουσα φιλομαθῶς "Οἱ πατέρες "ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε "ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ." ἀλλ' ἐδιδάσκετο τοῦτο πάλιν, ὡς ἥξει ποτὲ, μᾶλλον δὲ ἤδη πάρεστιν ὁ καιρὸς, καθ' ὃν οἱ ἀληθινοὶ προσκυνηταὶ τὸ ἐν ὄρεσι τοῖς ἐπὶ γῆς προσκυνεῖν παρωσάμενοι, τὴν ὑψηλοτέραν καὶ ἐν πνεύματι λατρείαν προσοίσουσι τῷ Θεῷ καὶ Πατρί. μόνῳ δὲ πρέπειν ἀναθεῖσα τὰ κάλλιστα τῷ Χριστῷ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι γνῶσιν τοῖς ἐκείνου χρόνοις τηρήσασα "Οἴδαμεν, φησὶν, ὅτι μεσίας ἔρχεται, ὁ λεγόμενος Χριστὸς, "ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα." ὁρᾷς ὅπως ἤδη τὸ γύναιον εὐτρεπὲς εἰς τὸ πιστεύειν ἐγίγνετο, καὶ ὥσπερ τινὰ βαθμῶν ἀναβαίνουσα θέσιν, ἐκ μικρῶν ἐρωτημάτων εἰς ὑψηλοτέραν ἕξιν ἀναπηδᾷ; ἔδει τοίνυν αὐτῇ τρανοτέραις μὲν ἤδη φωναῖς ἀπογυμνοῦν τὸ ποθούμενον, τὸ δὲ ἐν ἐλπίσι σωζόμενον ἀγαθαῖς παρατιθέναι λοιπὸν ἐν ὄψει λέγοντα Ἐγώ εἰμι ὁ λαλῶν σοι. Ἐπιτρεπόντων τοιγαροῦν τοῖς νεήλυσιν, οἱ τὸ διδασκαλικὸν ἐν ἐκκλησίαις ἔχοντες ἐπιτήδευμα, τὸν τῆς κατηχήσεως ἀναμασᾶσθαι λόγον, οὕτω τε λοιπὸν καταδεικνύντων αὐτοῖς τὸν Ἰησοῦν, ἐκ μικρᾶς παιδαγωγίας ἐπὶ τὴν ἐντελεστέραν τῆς πίστεως ἀναβιβάζοντες γνῶσιν. οἱ δὲ τὸν ἀλλογενῆ καὶ οὕτω προσήλυτον ἁρπάζοντες, καὶ σκηνῆς μὲν εἴσω τῆς ἐσωτέρας ποιούμενοι, θύειν δὲ ἀνίπτοις ἔτι χερσὶ τὸν ἀμνὸν ἐπιτρέποντες, καὶ τῷ τῆς ἱερωσύνης καταστέφοντες ἀξιώματι