Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.287
Not analysed yet
τὸν οὔπω κατηχούμενον, πρὸς μεγάλους ἐν ἡμέρᾳ κρίσεως εὐτρεπιζέσθωσαν λόγους. ἀρκεῖ γάρ μοι τοῦτο καὶ μόνον εἰπεῖν. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ. Τέλος τῶν πρὸς τὴν γυναῖκα λόγων, ἡ τῶν μαθητῶν παρουσία. σιωπᾷ γὰρ, φησὶ, λοιπὸν ὁ Χριστὸς, καὶ τὸν θερμὸν τῆς πίστεως σπινθῆρα Σαμαρείταις ἐνθεὶς, ἐπιτρέπει ταῖς ἐνδόσεσιν εἰς μεγάλην ἐξάπτεσθαι φλόγα. οὕτω νοήσεις τὸ παρ' αὐτοῦ λεγόμενον "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, "καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;" Καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Καταπλήττονται πάλιν οἱ μαθηταὶ τοῦ Σωτῆρος τὴν ἡμερότητα, καὶ τὸν ὑφειμένον ἀποθαυμάζουσι τρόπον. οὐ γὰρ δὴ κατά τινας τῶν ἐπ' ἀκράτοις εὐλαβείαις ἠγριωμένων, τὴν πρὸς γυναῖκα διάλεξιν ἀποφρίττειν ἀξιοῖ, ἐξαπλοῖ δὲ εἰς ἅπαντας τὴν φιλανθρωπίαν, καὶ δι' αὐτοῦ δεικνύει τοῦ πράγματος, ὅτι δὴ πάντως εἷς ὑπάρχων Δημιουργὸς, οὐ μόνοις ἀνδράσι τὴν διὰ πίστεως ἀπονέμει ζωὴν, ἀλλὰ καὶ τὸ θῆλυ πρὸς αὐτὴν σαγηνεύει γένος. Κερδαινέτω πάλιν καὶ τοῦτο πρὸς ὑπογραμμὸν ὁ διδάσκων ἐν ἐκκλησίαις, καὶ μὴ παραιτείσθω γυναῖκας ὠφελεῖν. οὐ γὰρ θελήμασι τοῖς ἰδίοις, ἀλλὰ τῇ τοῦ κηρύγματος χρείᾳ δεῖ πάντως ἀκολουθεῖν. Οὐδεὶς μέντοι εἶπε Τί λαλεῖς; ἢ Τί ζητεῖς μετ' αὐτῆς; Μαθητῶν ἦν ἔργον ἐπιστημόνων, καὶ τὴν πρέπουσαν τῷ διδασκάλῳ τιμὴν περισώζειν εἰδότων, μὴ περιέργοις ἐρωτήσεσιν εἰς ἐκτόπους δοκεῖν ὑπονοίας ἀποδημεῖν, ὅτι μετὰ γυναικὸς ἐλάλει, αἰδοῖ δὲ μᾶλλον καὶ φόβῳ τὴν μὲν γλῶτταν εἴργειν ὀδόντων ἐντὸς, περιμένειν δὲ μᾶλλον αὐτομολοῦντα