Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.288
Not analysed yet
πρὸς λόγους τὸν Κύριον, καὶ ἐθελούσιον αὐτοῖς προστιθέντα τὴν ἐξήγησιν. θαυμαστέον τοιγαροῦν διὰ τούτων ἐφ' ἡμερότητι μὲν τὸν Χριστὸν, ἐπὶ δὲ σοφίᾳ καὶ συνέσει τοὺς μαθητὰς καὶ τῇ τοῦ πρέποντος γνώσει. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν. Κρείττων ἤδη καὶ ὑψηλοτέρα φαίνεται τῶν εἰς τὸ σῶμα φροντίδων, ἡ κατὰ τὴν ἐχθὲς καὶ τρίτην πολύανδρος οὖσα γυνὴ, καὶ ἡ ψυχραῖς πολλάκις εὐάλωτος ἡδοναῖς, πλεονεκτεῖ τῆς σαρκὸς τὴν ὡς ἐξ ἀνάγκης χρείαν, δίψης τε ὁμοῦ καὶ ποτῶν ἀλογήσασα, πρὸς ἑτέραν ἕξιν διὰ τῆς πίστεως ἀνεχαλκεύετο. ἀγάπην δὲ παραχρῆμα τὴν καλλίστην πασῶν ἀρετὴν καὶ τὸν φιλάλληλον μελετῶσα τρόπον, ὅπερ αὐτῇ πέφηνεν ἀγαθὸν, τοῦτο καὶ ἑτέροις ἐξαγγέλλουσα γοργῶς δρόμῳ τῷ πρὸς τὴν πόλιν συντείνεται. ὑπεφώνει γὰρ ἐν αὐτῇ, κατά γε τὸ εἰκὸς, ὁ Σωτὴρ, καὶ λεληθότως κατὰ τὸν νοῦν ἐψιθύριζε λέγων "Δωρεὰν ἐλάβετε, δωρεὰν δότε." μανθάνωμεν διὰ τούτου μὴ ζηλοῦν μὲν ἐκεῖνον τὸν ὀκνόφιλον οἰκέτην, διά τε τοῦτο εἰς γῆν καταχωννῦντα τὸ τάλαντον, ἐπεργάζεσθαι δὲ μᾶλλον αὐτὸ σπουδάζωμεν. ὃ δὴ καὶ δρῶσα καλῶς ἡ πολυθρύλητος αὕτη γυνὴ, κοινοποιεῖται τοῖς ἄλλοις τὸ προσπεσὸν ἀγαθὸν, ὕδωρ μὲν, ὅπερ ἧκεν ἀρυσομένη, τῶν πηγαίων οὐκέτι λαβοῦσα μαστῶν, οὐδὲ τὴν ἐκ γῆς ὑδρίαν οἴκοι πάλιν ἀποκομίζουσα, θείᾳ δὲ μᾶλλον καὶ οὐρανίῳ χάριτι καὶ πανσόφῳ τοῦ Σωτῆρος διδασκαλίᾳ τὰς τῆς διανοίας ἀποθήκας ἐμπλήσασα. Ἰστέον ἐντεῦθεν, ὡς ἐν τύπῳ πάλιν καὶ γραφῇ, ὅτι μικρῶν δὴ λίαν ὑπερφρονοῦντες καὶ σωματικῶν, πολλαπλασίονά τε