Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.289
Not analysed yet
καὶ ἀμείνω τὰ παρὰ Θεοῦ ληψόμεθα. τί γὰρ ὕδωρ τὸ ἀπὸ τῆς γῆς, ὡς πρὸς τὴν ἄνωθεν σύνεσιν; Καὶ λέγει τοῖς ἀνθρώποις Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὢ παραδόξου μεταβολῆς, ὢ μεγάλης ὄντως καὶ θεοπρεποῦς ἰσχύος ἐπ' ἀῤῥήτῳ διαφανοῦς τῷ θαύματι. τεχνῖτις ἤδη πρὸς λόγους καὶ μυσταγωγὸς, ἡ συνιεῖσα μὲν οὐδὲν τῶν ἐν ἀρχῇ λεγομένων, διὰ δὲ τοῦτο δικαίως ἀκούσασα "Ὕπαγε "φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε." ὅρα γὰρ ὅπως ἐντέχνως τὴν πρὸς Σαμαρείτας ἐποιεῖτο διάλεξιν. οὐκ εὐθὺς εὑρηκέναι φησὶ τὸν Χριστὸν, οὐδὲ ἐν πρώτοις αὐτοῖς εἰσφέρει διηγής[ες]ιν τὸν Ἰησοῦν· ἢ γὰρ ἂν καὶ διεπτύσθη δικαίως, ὡς πολὺ μὲν τὸ μέτρον τῶν αὐτῇ πρεπόντων ἀναβαίνουσα λόγων, οὐκ ἀγνῶτας δὲ τῶν αὐτῆς τρόπων τοὺς ἀκροωμένους εὑρίσκουσα. προεξευμαρίζει τοιγαροῦν τῷ θαύματι, καὶ τῷ παραδόξῳ προκαταπλήξασα, λειοτέραν ὥσπερ τῇ πίστει τὴν ὁδὸν ἀπεργάζεται. δεῦτε καὶ ἴδετέ φησι συνετῶς, μονονουχὶ θερμοτέραις βοῶσα φωναῖς Ἀρκέσει καὶ μόνη πρὸς πίστιν ἡ θέα, καὶ πληροφορήσει παρόντας ἀξιολογωτέροις τοῖς θαύμασιν. ὁ γὰρ γινώσκων τὰ κεκρυμμένα, καὶ τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα λαχὼν, πῶς οὐκ ἐξ οὐρίας δραμεῖται πρὸς τὴν ὧν ἂν βούλοιτο πλήρωσιν; Ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν. Ἔλεγχος τῆς Ἰουδαίων σκληροκαρδίας ἡ Σαμαρειτῶν εὐπείθεια, καὶ τὸ ἐν ἐκείνοις ἀπάνθρωπον ἐν τῇ τούτων ἡμερότητι διαφαίνεται. καὶ ὁράτω πάλιν ὁ φιλομαθὴς τῆς ἐν ἀμφοῖν ἕξεως τὴν διαφορὰν, ἵνα δὴ καὶ μάλα δικαίως