Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.290
Not analysed yet
ἀποθαυμάζῃ τὸν Ἰησοῦν τῆς μὲν τῶν Ἰουδαίων ἀποδημοῦντα Συναγωγῆς, ἑαυτὸν δὲ μᾶλλον τοῖς ἀλλογενέσι δωρούμενον. Ἰουδαίοις μὲν γὰρ ὅτι καὶ ἥξει καὶ ἐπὶ τίσιν ἀναφανεῖται Χριστὸς, ὁ διὰ Μωυσέως διήγγελλε νόμος, προφητῶν δὲ ὁ πάνσεμνος ἀνεκήρυττε χορὸς, καὶ μονονουχὶ παρόντα λοιπὸν ἐπὶ θύραις ἐπεδείκνυε λέγων "Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ "Κύριος·" καὶ τελευταῖος ἐπὶ πᾶσιν ὁ μέγας "ἐν γεννητοῖς "γυναικῶν" Ἰωάννης, ἤδη πεφηνότα καὶ συνδιαιτώμενον φανερὸν καθίστη λέγων "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων "τὴν ἁμαρτίαν τοῦ κόσμου." καὶ τό γε πάντων παραδοξότερον, διὰ πολλῶν πραγμάτων δυνάμεώς τε καὶ ἐξουσίας θεοπρεποῦς ἑαυτὸν ὁ Σωτὴρ ἐξεκάλυπτε. τί δὴ λοιπὸν ἐπὶ τούτοις οἱ πρὸς ἐκτόπους ἀχάλινοι μελετῶσι βουλάς; φονῶσιν ἀδίκως, ἐπιβουλεύουσι δυσσεβῶς, φθονοῦσι δυστρόπως, γῆς τε καὶ πόλεως τῆς ἑαυτῶν ἐξελαύνουσι τὴν ζωὴν, τὸ φῶς, τὴν ἁπάντων σωτηρίαν, τὴν εἰς βασιλείαν ὁδὸν, τῶν πλημμελημάτων τὴν ἄφεσιν, τῆς υἱοθεσίας τὸν χορηγόν. διά τοι τοῦτο δικαίως ἔφασκεν ὁ Σωτήρ "Ἱερουσαλὴμ "Ἱερουσαλὴμ ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβο"λοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα "ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει "τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε· "ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν." Σαμαρεῖται δὲ τῆς Ἰουδαίων ἀπονοίας ἀναφαίνονται κρείττονες, καὶ τὴν ἐνοῦσαν αὐτοῖς δυσμαθίαν ταῖς εὐπειθείαις νικήσαντες, ἑνὸς καὶ μόνου κατακούσαντες θαύματος, δρομαῖοι βαδίζουσιν ἐπὶ τὸν Ἰησοῦν, οὐ ταῖς τῶν ἁγίων προφητῶν ἀναπεπεισμένοι φω-