Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.291
Not analysed yet
ναῖς, οὐ Μωυσαϊκοῖς κηρύγμασιν οὐδὲ ταῖς Ἰωάννου δακτυλοδειξίαις, ἀλλὰ μιᾶς αὐτοῖς ἐξηγουμένης, καὶ τοῦτο ἁμαρτωλοῦ, γυναικός. εὐλόγως τοιγαροῦν τὴν ἐπ' αὐτοὺς τοῦ Σωτῆρος ἀποθαυμάζοντες ψῆφον, καὶ ἡμεῖς ἀναφθεγξώμεθα "Δίκαιος εἶ Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου." Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββὶ, φάγε. ὁ δὲ εἶπεν αὐτοῖς. Οἰκονομεῖ μὲν ἄριστα τοῦ βιβλίου τὴν συγγραφὴν ὁ θεσπέσιος Εὐαγγελιστὴς, παραλιμπάνει δὲ οὐδὲν τῶν ὅσα δὴ πάντως τοῖς ἐντευξομένοις ἔσεσθαι πιστεύει λυσιτελῆ. ἄκουε τοίνυν ὅπως ἡμῖν ἀξιολογωτάτου πράγματος γεγονότα πάλιν ὑπογραμμὸν εἰσφέρει τὸν Ἰησοῦν. οὐδὲν γὰρ οἶμαι τεθεῖσθαι μάτην ἐν ταῖς τῶν ἁγίων συγγραφαῖς, ἀλλὰ καὶ ὅπερ ἄν τις οἴηται μικρὸν, οὐκ εὐκαταφρόνητον ὠδῖνον ἔσθ' ὅτε τὴν ὠφέλειαν εὑρίσκεται. ἀρξαμένης τοιγαροῦν τῆς Σαμαρειτῶν ἐπιστροφῆς, καὶ ὅσον οὐδέπω προσδωκωμένων αὐτῶν· ᾔδει γὰρ ἥξοντας ὡς Θεός· ὅλος μὲν ἐξ ὅλου πρὸς τὴν τῶν κεκλημένων σωτηρίαν συντείνεται, ποιεῖται δὲ λόγον οὐδένα τῆς τοῦ σώματος τροφῆς, καίτοι καὶ κεκμηκὼς "ἐκ "τῆς ὁδοιπορίας," ὡς γέγραπται, ἵνα πάλιν διὰ τούτου τοὺς ἐν ταῖς ἐκκλησίαις ὠφελήσῃ διδασκάλους, καὶ καμάτου μὲν παντὸς ἀναπείσῃ περιορᾶν, κρείττονα δὲ τῆς περὶ τὸ σῶμα φροντίδος τὴν ἐπὶ τοῖς σωζομένοις ποιεῖσθαι σπουδήν· "Οὐαὶ γὰρ, φησὶν ὁ προφήτης, οἱ ποιοῦντες τὸ ἔργον "Κυρίου ἀμελῶς." ἵνα τοίνυν μανθάνωμεν ἐν τοῖς τοιούτοις μάλιστα καιροῖς ἀσιτεῖν εἰωθότα τὸν Κύριον, ἐρωτῶντας εἰσφέρει τοὺς μαθητὰς, καὶ μονονουχὶ προκυλινδουμένος, ἵνα δὴ βραχύ τι τῶν πεπορισμένων, ὡς ἀπαραίτητόν τε καὶ