Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.292
Not analysed yet
ἀναγκαίαν ποιήσαιτο τροφήν. "ἀπεληλύθησαν γὰρ εἰς τὴν "πόλιν ἵνα τροφὰς ἀγοράσωσιν," ἃς καὶ παρῆσαν ἤδη συγκομισάμενοι. Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. Χαριέντως μὲν ὁ Σωτὴρ ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ἐξυφαίνει τὴν ἀπόκρισιν. μόνον δὲ οὐχί φησιν ἐπεσκιασμένως, ὡς εἴπερ εἰδεῖεν αὐτοὶ τὴν Σαμαρειτῶν ἐπὶ θύρας οὖσαν ἐπιστροφὴν, ἐκείνης ἔχεσθαι μᾶλλον ὡς τρυφῆς, ἢ σάρκα τρέφειν ἀνέπειθον. ἐκ δὲ δὴ τούτου πάλιν ὅσην ἔχει τὴν εἰς ἀνθρώπους ἀγάπην ἡ θεία φύσις ἔξεστι μαθεῖν· τροφὴν γὰρ ὥσπερ ἡγεῖται καὶ τρυφὴν τῶν ἀπολωλότων τὴν εἰς σωτηρίαν ἀναδρομήν. Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μήτις ἤνεγκεν αὐτῷ φαγεῖν; λέγει αὐτοῖς ὁ Ἰησοῦς. Σκοτεινὸν ὄντα τὸν λόγον οὔπω συνέντες οἱ μαθηταὶ, τὰ πολλάκις καθ' ἑαυτοὺς ἐλογίζοντο γεγονότα, καὶ πρὸς τὰς συνήθεις καταβαίνουσιν ἐννοίας, προσῆχθαι μὲν ὑπό του τροφὴν ὑποπτεύοντες αὐτῷ, τιμιωτέραν δέ πως ἢ καὶ ἡδίονα τῆς παρ' αὐτῶν συλλεγείσης ὑπάρχειν αὐτήν. Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Ὅλον ἀποῤῥήξας τοῦ λόγου τὸ κατακάλυμμα διαφανεστάτην αὐτοῖς ἀνέδειξε τὴν ἀλήθειαν, ὡς δὲ ὅσον οὐδέπω τῆς οἰκουμένης διδασκάλοις ἐσομένοις τύπον ἑαυτὸν εἰσφέρει, συντόνου τε καὶ λίαν ἀρίστης σπουδῆς, τῆς ἐπὶ τὸ χρῆναι διδάσκειν δηλαδὴ, καὶ τῆς ἀναγκαίας τοῦ σώματος χρείας