Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.293
Not analysed yet
δευτέραν ἀξίως ἐχούσης διὰ τοῦτο τὴν φροντίδα. βρῶμα γὰρ εἶναι λέγων ἑαυτῷ θυμηρέστατον τὸ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὸ ἔργον, τῆς μὲν ἀποστολικῆς λειτουργίας διαγράφει τὸ ἐπιτήδευμα, ποταποὶ δὲ τὴν ἕξιν ὑπάρχειν ὀφείλουσι καταμηνύει σαφῶς. συντετάσθαι γὰρ δὴ κατὰ τὸ εἰκὸς ἀναγκαῖον αὐτοὺς ἐπὶ μόνοις τοῖς διδασκαλικοῖς φροντίσμασι, δεῖν δὲ τοσοῦτον ἀποφοιτᾶν τῆς εἰς σάρκα τρυφῆς, ὡς μηδ' αὐτήν ἐσθ' ὅτε προσίεσθαι τὴν ὡς ἐξ ἀνάγκης θεραπείαν, διὰ μόνην ἐπιτελουμένην τὴν τοῦ τεθνάναι παραίτησιν. Καὶ ταῦτα μὲν ἡμῖν εἰρήσθω πρὸς τὸ παρὸν, ὡς εἰς τύπον καὶ ὑπογραμμὸν ἀποστολικῆς συντείνοντα πολιτείας· εἰ δὲ χρὴ τοῖς εἰρημένοις καὶ δογματικώτερον προσβάλλοντας εἰπεῖν, ἀπεστάλθαι φησὶ, δῆλον δὲ ὅτι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, καθ' ὃν ἐπέλαμψε τῷ κόσμῳ μετὰ σαρκὸς, εὐδοκίᾳ καὶ συναινέσει τοῦ Πατρὸς, ἢ ὡς Λόγος ἐκ τοῦ γεννήσαντος νοῦ προκύπτων τρόπον τινὰ καὶ πεμπόμενος καὶ τὸ δόξαν ἀποπληρῶν, οὐχ ὡς ἀλλοτρίων θελημάτων παραληφθεὶς ὑπουργὸς, ἀλλ' αὐτὸς ὑπάρχων ὁμοῦ καὶ Λόγος ὁ ζῶν καὶ θέλημα τοῦ Πατρὸς ἐναργέστατον, διασώζων ἑτοίμως τοὺς ἀπολωλότας. διὰ γάρ τοι τοῦτο, καὶ τοῦ πεπομφότος αὐτὸν εἶναι τὸ ἔργον εἰπὼν, αὐτὸς ὁρᾶται τελειωτής· πάντα γὰρ παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. ὅτι γὰρ καὶ Λόγος καὶ βουλὴ καὶ θέλημα καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, εἶναι μὲν ἅπασι νομίζω καταφανές· λυπεῖ δὲ οὐδὲν καὶ ἀπὸ τῆς θείας πιστώσασθαι γραφῆς. οὐκοῦν ὁράτω μέν τις ὑπάρχοντα Λόγον ἐν τῷ "Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ "Θεὸς ἦν ὁ Λόγος." ὁράτω βουλὴν ἐν τῷ λέγειν, ὡς πρὸς Θεὸν καὶ Πατέρα, τὸν μελῳδόν "Ἐν τῇ βουλῇ σου ὡδή-