Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.294
Not analysed yet
"γησάς με, καὶ μετὰ δόξης προσελάβου με·" ὁράτω θέλημα πάλιν ἐν τῷ λέγειν αὐτόν "Κύριε ἐν τῷ θελήματί σου "παράσχου τῷ κάλλει μου δύναμιν." νευροῖ γὰρ τῶν ἁγίων τὸ κάλλος, τουτέστι τὴν εἰς ἅπασαν ἀρετὴν εὐεξίαν, τὸ ζῶν τε καὶ ἐνυπόστατον θέλημα τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱός. ὅτι γάρ ἐστι καὶ δύναμις, πάλιν ἐντεῦθεν συνήσεις "Ἔντειλαι, φησὶν, ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ "Θεὸς τοῦτο ὃ κατηρτίσω ἡμῖν." ὁρᾶς ἐν τούτοις ἀκριβῶς εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, σαρκωθεῖσαν αὐτοῦ τὴν δύναμιν, τουτέστι τὸν Υἱὸν, ἵνα δυναμώσῃ τοῦτο ὅπερ ἡμῖν κατηρτίσατο σῶμα. εἰ μὴ γὰρ ἐσκήνωσεν ἐν ἡμῖν, οὐδ' ἂν ὅλως τὴν ἀπὸ φθορᾶς ἀσθένειαν ἡ τῆς σαρκὸς ἀπεδύσατο φύσις. αὐτὸς τοιγαροῦν ὑπάρχων ὁ Υἱὸς τὸ ἀγαθὸν τοῦ Πατρὸς θέλημα, τελειοῖ τὸ ἔργον αὐτοῦ, σωτηρία τοῖς πιστεύουσιν εἰς αὐτὸν ἀναδεικνύμενος. Ἀλλ' ἐρεῖ τις πρὸς τοῦτο τυχόν Εἰ αὐτός ἐστιν ὁ Υἱὸς τὸ θέλημα τοῦ Πατρὸς, ποῖον ἀπεστάλη πληρώσων θέλημα; δεῖ γὰρ ἕτερον εἶναι παρὰ τὸν πληροῦντα τὸ πληρούμενον. τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; ἀπαιτεῖ μὲν ὄντως τῶν ὀνομάτων ἡ θέσις τῶν σημαινομένων τὴν ἑτερότητα, ἀδιαφορεῖ δὲ πολλάκις ἐπὶ Θεοῦ, καὶ τὸ ἀκριβὲς ἐν τούτοις ὁ περὶ τῆς ἀνωτάτω φύσεως παραιτεῖται λόγος. λαλεῖται γὰρ τὰ περὶ αὐτῆς, οὐχ ὡς ἔχει πάντως ἀληθείας, ἀλλ' ὅπως ἂν δύναιτο διερμηνεύειν ἡ γλῶττα, καὶ οὖς κατακροᾶσθαι τὸ ἀνθρώπινον. ὁ γὰρ ἐν αἰνίγματι βλέπων, ἐν αἰνίγματι καὶ λαλεῖ. ἐπεὶ τί ποιήσεις ὅταν ὁ ἁπλοῦς ἡμῖν τὴν φύσιν εἰσβαίνῃ διπλοῦς, διὰ τοῦ λέγειν περὶ τῶν ἐξ Ἰσραήλ Καὶ τὰ τέκνα αὐτῶν διῆγον διὰ πυρὸς, "ὃ οὐκ ἐνετειλάμην αὐτοῖς "καὶ οὐκ ἀνέβη ἐπὶ τὴν καρδίαν μου." ἢ γὰρ οὐκ ἀνάγκη