Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.295
Not analysed yet
τὴν καρδίαν ἑτέραν ὑπάρχειν παρὰ τὸν ἐν ᾧπέρ ἐστι; καὶ πῶς ἁπλοῦς ἡμῖν ἔτι νοηθήσεται Θεός; οὐκοῦν ἀνθρωπίνως μὲν λαλεῖται τὰ περὶ Θεοῦ· νοεῖται δὲ οὕτως, ὡς ἂν ἁρμόττοι Θεῷ, καὶ τὸ μέτρον τῆς ἡμετέρας γλώττης τὴν ἐπὶ πάντας οὐκ ἀδικήσει φύσιν. κἂν εὑρίσκηται τοιγαροῦν ὁ Υἱὸς, ὡς περί τινος ἑτέρου λέγων τοῦ θελήματος τοῦ Πατρὸς, ἀδιαφορήσεις οἰκονομικῶς τῇ τῶν λόγων ἀσθενείᾳ περιτιθεὶς τὸ μὴ δύνασθαί τι μεῖζον εἰπεῖν, μήτε μὴν ἑτέρως κατασημῆναι τὸ δηλούμενον. καὶ ταῦτα μὲν εἰρήσθω πάλιν εἰς ἀπόδειξιν τοῦ νοεῖσθαι καὶ θέλημα τοῦ Πατρὸς τὸν Υἱόν· ἐν δέ γε τῷ προκειμένῳ ῥητῷ, λόγος μὲν οὐδεὶς ἀναγκάσει θέλημα νοεῖσθαι τοῦ Πατρὸς τὸν Υἱὸν, ἀδιαφόρως δὲ μᾶλλον παραδεξόμεθα τὴν ἐπὶ τοῖς ἀπολωλόσι βουλὴν ἀγαθήν. Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Δέχεται πάλιν τοῦ λόγου τὰς ἀφορμὰς ἀπὸ καιροῦ καὶ πράγματος, καὶ ἀπὸ τῶν ἐν αἰσθήσει τῇ παχυτέρᾳ πνευματικῶν θεωρημάτων ἀναπλάττει διήγησιν. ὥρα μὲν γὰρ ἦν χειμῶνος ἔτι κατ' ἐκεῖνο καιροῦ, ἀρτιθαλὴς δὲ καὶ νέος τῶν σπερμάτων ὁ κάλαμος μόγις μὲν τῆς ἀρούρας ἐξέφριττε· καιροῦ δὲ τεσσάρων μηνῶν διιπεύσαντος εἰς τὴν τοῦ θερίζοντος χεῖρα πεσεῖσθαι προσεδοκᾶτο. Οὐχ ὑμεῖς οὖν φησιν οἱ ἄνθρωποί φατε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. Τουτέστιν ὀλίγον τῶν ἐπὶ γῆς πραγμάτων τὸν τῆς διανοίας ὀφθαλμὸν ἀνοχλίσαντες, τὸν πνευματικὸν ἐπαθρεῖτε